Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
82.6 εὑρὼν δὲ τὴν πόλιν ἀνδριάντων Ἑλληνικῶν καὶ ἀναθημάτων ἀπὸ Σικελίας μεστὴν οὖσαν, ἐκήρυξε τοὺς ἀπὸ τῶν πόλεων παρόντας ἐπιγινώσκειν καὶ κομίζεσθαι.
82.7 τῶν δὲ χρημάτων οὔτε δοῦλον οὔτε ἀπελεύθερον εἴα λαβεῖν οὐδένα, ἀλλʼ οὐδὲ πρίασθαι, πάντων ἀγόντων καὶ φερόντων.
82.8 Γαΐῳ δὲ Λαιλίῳ τῷ φιλτάτῳ τῶν ἑταίρων ὑπατείαν μετιόντι συμπράττων ἐπηρώτησε Πομπήιον εἰ καὶ αὐτὸς ὑπατείαν μέτεισιν· ἐδόκει δὲ ὁ Πομπήιος υἱὸς αὐλητοῦ γεγονέναι· τοῦ δὲ φήσαντος μὴ μετιέναι, ἀλλὰ καὶ τὸν Λαίλιον ἐπαγγελλομένου ἐπαγγελλομένου F.C.B.: ἐπαγγελλόμενος. συμπεριάξειν καὶ συναρχαιρεσιάσειν, πιστεύσαντες καὶ περιμένοντες ἐκεῖνον ἐξηπατήθησαν· ἀπηγγέλλετο γὰρ αὐτὸς ἐν ἀγορᾷ περιιὼν καὶ δεξιούμενος τοὺς πολίτας. ἀγανακτούντων δὲ τῶν ἄλλων, ὁ Σκιπίων γελάσας, ἀβελτερίᾳ γε, γε Wyttenbach: δὲ. εἶπεν, ἡμῶν, καθάπερ οὐκ ἀνθρώπους μέλλοντες ἀλλὰ θεοὺς παρακαλεῖν, πάλαι διατρίβομεν αὐλητὴν ἀναμένοντες.
82.9 Ἀππίου δὲ Κλαυδίου περὶ τῆς τιμητικῆς ἀρχῆς ἁμιλλωμένου πρὸς αὐτὸν καὶ λέγοντος, ὅτι πάντας ὀνομαστὶ Ῥωμαίους αὐτὸς ἀσπάζεται, Σκιπίωνος ὀλίγου δεῖν ἀγνοοῦντος ἅπαντας, ἀληθῆ λέγεις, εἶπεν, ἐμοὶ γὰρ οὐκ εἰδέναι πολλοὺς ἀλλʼ ὑπὸ μηδενὸς ἀγνοεῖσθαι μεμέληκεν.
82.10 ἐκέλευε δὲ τοὺς πολίτας, ἐπειδὴ ἐτύγχανον πολεμοῦντες Κελτίβηρσιν, ἀμφοτέρους ἐπὶ τὴν στρατείαν ἐκπέμψαντας ἢ πρεσβευτὰς ἢ χιλιάρχους μάρτυρας λαμβάνειν καὶ κριτὰς τῆς ἑκάστου ἀρετῆς τοὺς πολεμοῦντας.
82.11 ἀποδειχθεὶς δὲ τιμητὴς νεανίσκου μὲν ἀφείλετο τὸν ἵππον, ὅτι δειπνῶν πολυτελῶς, ἐν ᾧ χρόνῳ Καρχηδὼν ἐπολεμεῖτο, μελίπηκτον εἰς σχῆμα τῆς πόλεως διαπλάσας καὶ τοῦτο Καρχηδόνα προσειπὼν προύθηκε διαρπάσαι τοῖς παροῦσι καὶ πυνθανομένου τοῦ νεανίσκου τὴν αἰτίαν διʼ ἣν ἀφῄρηται τὸν ἵππον, ἐμοῦ γάρ, ἔφη, πρότερος Καρχηδόνα διήρπασας.
82.12 Γάιον δὲ Λικίνιον ἰδὼν παρερχόμενον, οἶδα, ἔφη, τοῦτον ἐπιωρκηκότα τὸν ἄνδρα· μηδενὸς δὲ κατηγοροῦντος, οὐ δύναμαι κατήγορος αὐτὸς αὐτὸς] αὑτὸς van Herwerden. εἶναι καὶ δικαστής.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi