92.11
Ῥωμαίοις δὲ τῆς ἀρχῆς ἔλεγεν ἀπολείψειν διάδοχον, ὃς οὐδέποτε περὶ τοῦ αὐτοῦ πράγματος δὶς ἐβουλεύσατο, Τιβέριον λέγων.
92.12
θορυβοῦντας δὲ τοὺς ἐν ἀξιώματι νέους καταστεῖλαι βουλόμενος, ὡς οὐ προσεῖχον ἀλλʼ ἐθορύβουν, ἀκούσατε, εἶπε, νέοι γέροντος, οὗ νέου γέροντες ἤκουον.
92.13
τοῦ δὲ Ἀθηναίων δήμου ἐξημαρτηκέναι τι δόξαντος, ἔγραψεν ἀπʼ Αἰγίνης οἴεσθαι μὴ λανθάνειν αὐτοὺς ὀργιζόμενος, οὐ γὰρ ἂν ἐν Αἰγίνῃ διαχειμάσαι. διαχειμάσαι F.C.B.: διαχειμάσειν. Or perhaps ἂν should be omitted, simply to accord with what little we know of the historical facts. ἄλλο δὲ οὐδὲν οὔτε εἶπεν αὐτοὺς οὔτε ἐποίησε.
92.14
τῶν δὲ Εὐρυκλέους κατηγόρων ἑνὸς ἀφειδῶς καὶ κατακόρως παρρησιαζομένου καὶ προαχθέντος εἰπεῖν τι τοιοῦτον, εἰ ταῦτά σοι, Καῖσαρ, οὐ φαίνεται μεγάλα, κέλευσον αὐτὸν ἀποδοῦναί μοι Θουκυδίδου τὴν ἑβδόμην διοργισθεὶς διοργισθεὶς Bases and Kronenberg: διὸ ὁργισθεὶς. ἀπάγειν ἐκέλευσε· πυθόμενος δέ, ὅτι τῶν ἀπὸ Βρασίδου γεγονότων ὑπόλοιπος οὗτός ἐστι, μετεπέμψατο, καὶ μέτρια νουθετήσας ἀπέλυσε.
92.15
Πείσωνος δὲ τὴν οἰκίαν ἐκ θεμελίων ἄχρι πάσης στέγης ἐπιμελῶς οἰκοδομοῦντος, εὔθυμον, ἔφη, με ποιεῖς οὕτως οἰκοδομῶν, ὡς ἀιδίου τῆς Ῥώμης ἐσομένης.