21.13
ἀκούσας δέ τινα τῶν πολιτῶν χρυσίον ἔχειν οἴκοι κατορωρυγμένον ἐκέλευσεν ἐνεγκεῖν πρὸς αὐτὸν ἐπεὶ δὲ παρακλέψας ὀλίγον ὁ ἄνθρωπος καὶ μεταστὰς εἰς ἑτέραν πόλιν ἐωνήσατο χωρίον, μεταπεμψάμενος αὐτὸν ἐκέλευσε πᾶν ἀπολαβεῖν, ἠργμένον χρῆσθαι τῷ πλούτῳ καὶ μηκέτι ποιοῦντα τὸ χρήσιμον ἄχρηστον.
Διονυσίου τοῦ νεωτέρου
22.1
ὁ δὲ νεώτερος Διονύσιος ἔλεγε πολλοὺς τρέφειν σοφιστάς, οὐ θαυμάζων ἐκείνους ἀλλὰ διʼ ἐκείνων θαυμάζεσθαι βουλόμενος.
22.2
Πολυξένου δὲ τοῦ διαλεκτικοῦ φήσαντος αὐτὸν ἐξελέγχειν, ἀμέλει τοῖς λόγοις, εἶπεν, ἐγὼ δέ σε τοῖς ἔργοις ἐλέγχω· τὰ γὰρ σεαυτοῦ καταλιπὼν ἐμὲ καὶ τὰ ἐμὰ θεραπεύεις.
22.3
ἐκπεσὼν δὲ τῆς ἀρχῆς, πρὸς μὲν τὸν εἰπόντα, τί σε Πλάτων καὶ φιλοσοφία ὠφέλησε; τὸ τηλικαύτην, ἔφη, τύχης μεταβολὴν ῥᾳδίως ὑπομένειν.
22.4
ἐρωτηθεὶς δὲ πῶς ὁ μὲν πατήρ αὐτοῦ πένης ὢν καὶ ἰδιώτης ἐκτήσατο τὴν Συρακουσίων ἀρχήν, αὐτὸς δὲ ἔχων καὶ τυράννου παῖς ὢν πῶς ἀπέβαλεν· ὁ μὲν πατήρ, ἔφη, μισουμένης δημοκρατίας ἐνέπεσε ἐνέπεσε] ἐπέστη some mss. τοῖς πράγμασιν, ἐγὼ δὲ φθονουμένης τυραννίδος.
22.5
ὑπὸ ἄλλου δὲ τὸ αὐτὸ τοῦτο ἐρωτηθείς, ὁ πατήρ, ἔφη, μοι τὴν τυραννίδα τὴν ἑαυτοῦ κατέλιπεν, οὐ τὴν τύχην.
Ἀγαθοκλέους
23.1
Ἀγαθοκλῆς υἱὸς ἦν κεραμέως· γενόμενος δὲ κύριος Σικελίας καὶ βασιλεὺς ἀναγορευθεὶς εἰώθει κεραμεᾶ ποτήρια τιθέναι παρὰ τὰ χρυσᾶ, καὶ τοῖς νέοις ἐπιδεικνύμενος λέγειν ὅτι τοιαῦτα ποιῶν πρότερον νῦν τοιαῦτα ποιεῖ διὰ τὴν ἐπιμέλειαν καὶ τὴν ἀνδρείαν.
23.2
πολιορκοῦντος δὲ πόλιν αὐτοῦ, τῶν ἀπὸ τοῦ τείχους τινὲς ἐλοιδοροῦντο λέγοντες ὅτι, ὦ κεραμεῦ, τὸν μισθὸν πῶς ἀποδώσεις τοῖς στρατιώταις; ὁ δὲ πρᾶος καὶ μειδιῶν εἶπεν, αἴκα ταύταν ἕλω. λαβὼν δὲ κατὰ κράτος ἐπίπρασκε τοὺς αἰχμαλώτους καὶ ἔλεγεν, ἐάν με πάλιν λοιδορῆτε, πρὸς τοὺς κυρίους ὑμῶν ἔσται μοι ὁ λόγος.
23.3
ἐγκαλούντων δὲ τοῖς ναύταις αὐτοῦ τῶν Ἰθακησίων, ὅτι τῇ νήσῳ προσβαλόντες τῶν θρεμμάτων τινὰ ἀπέσπασαν, ὁ δὲ ὑμέτερος, ἔφη, βασιλεὺς ἐλθὼν πρὸς ἡμᾶς, οὐ μόνον τὰ πρόβατα λαβὼν ἀλλὰ καὶ τὸν ποιμένα προσεκτυφλώσας ἀπῆλθε.
Δίωνος