Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch

Ἀγασικλέους

1.1 Ἀγασικλῆς ὁ Λακεδαιμονίων βασιλεύς, θαυμάζοντός τινος ὅτι φιλήκοος ὢν οὐ προσδέχεται Φιλοφάνη τὸν σοφιστήν, ἔφη, τούτων χρῄζω μαθητὴς εἶναι, ὧν εἶναι εἶναι F.C.B.: εἰμι. Hartman would omit εἰμι. καὶ υἱός.
1.2 πρὸς δὲ τὸν εἰπόντα πῶς ἄν τις ἀδορυφόρητος ὢν ἄρχειν ἀσφαλῶς δύναιτο, ἐὰν οὕτως, ἔφη, αὐτῶν ἄρχῃ, ὥσπερ οἱ πατέρες τῶν υἱῶν.

Ἀγησιλάου τοῦ Μεγάλου

2.1 Ἀγησίλαος ὁ μέγας παρὰ πότον ποτὲ λαχὼν συμποσίαρχος, ἐρωτηθεὶς ὑπὸ τοῦ οἰνοχόου πόσον ἑκάστῳ προσφέρῃ, ἔφη, ἔφη added by Bernardakis after οἶνος, but it seems more likely to have dropped out after προσφέρῃ (προσφέρει or προσφέροι most mss.). εἰ μὲν πολὺς οἶνός ἐστι παρεσκευασμένος, ὅσον ἕκαστος αἰτεῖ· εἰ δὲ ὀλίγος, ἐξ ἴσου δίδου πᾶσιν.
2.2 κακούργου δέ τινος ἐμμόνως ὑπομείναντος βασάνους, ὡς σφόδρα πονηρός, εἶπεν, ἅνθρωπος, ἅνθρωπος E. Kurtz: ἄνθρωπος. εἰς μοχθηρὰ καὶ αἰσχρὰ πράγματα τὴν ὑπομονὴν καὶ καρτερίαν κατατιθέμενος.
2.3 ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, οὐδὲ σκυτοτόμον, ἔφησεν, εἶναι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησιν.
2.4 φαμένου δὲ τινός ποτε πρὸς αὐτόν, ὡμολόγηκας, καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, ναὶ δῆτα, εἴ γʼ ἐστὶ δίκαιον, ἔφη, εἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα δὲ οὔ. ἐπειπόντος δέ, ἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν ʼ ὅ τι κεν κεφαλῇ κατανεύσωσιν,ʼ οὐ μᾶλλον, ἔφη, ἢ τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένους τε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος τοῖς βασιλεῦσιν.
2.5 ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούντων τινῶν ἀκούοι, οὐχ ἧττον ᾤετο δεῖν καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους ἢ περὶ ὧν λέγοιεν.
2.6 ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον ὁ δὲ ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν εὖγε· δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλʼ οἱ ἄνδρες τοὺς τόπους ἐπιδεικνύουσιν. ἐπιδεικνύουσιν] ἀποδεικνύουσι Hartman.
1 / 56 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi