2.60
ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπολιόρκουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, εἰρήνην ἐποιήσαντο Λακεδαιμόνιοι πρὸς βασιλέα· καὶ πέμπουσι πολίτην Ἀνταλκίδαν πρὸς Τιρίβαζον, Τιρίβαζον the usual spelling: τηρίβαζον. τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν δὴ ἥκιστα ἥκιστα Life of Agesilaus, chap. xxiii.: κάκιστα. συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν· ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν, ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον.
2.61
οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα μηδίζειν τοὺς Λακεδαιμονίους ἀπεκρίθη μᾶλλον τοὺς Μήδους λακωνίζειν.
2.62
ἐρωτηθεὶς δέ ποτε ὁποτέρα βελτίων τῶν ἀρετῶν, ἀνδρεία ἢ δικαιοσύνη, οὐδὲν ὄφελος ἀνδρείας ἔφασκεν εἶναι μὴ παρούσης δικαιοσύνης· εἰ δὲ δίκαιοι πάντες γένοιντο, μηδένʼ ἀνδρείας δεηθήσεσθαι. δεηθήσεσθαι] δεήσεσθαι in the Life of Agesilaus, chap. xxiii., and in Stobaeus, Florilegium, vii. 72.
2.63
εἰθισμένων δὲ τῶν τὴν Ἀσίαν κατοικούντων τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, τί δαὶ ἐκεῖνος ἐμοῦ μείζων, ἔφη, εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;ν
2.64
ἔλεγε δὲ τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακούς, δούλους δὲ ἀγαθοὺς εἶναι.
2.65
ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα εὐδοκιμοίη παρʼ ἀνθρώποις, εἰ λέγοι, εἶπε, τὰ ἄριστα, πράττοι δὲ τὰ κάλλιστα.
2.66
τὸν δὲ στρατηγὸν δεῖν ἔφασκε πρὸς μὲν τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν ἔχειν.Stobaeus, Florilegium, liv. 49, adds πρὸς δὲ τοὺς καιροὺς λογισμόν.
2.67
ἐπιζητοῦντος δέ τινος τίνα δεῖ μανθάνειν τοὺς παῖδας, ταῦτʼ, εἶπεν, οἷς καὶ ἄνδρες γενόμενοι χρήσονται.
2.68
δικάζοντος δέ τινα δίκην αὐτοῦ, καὶ τοῦ μὲν κατηγόρου εὖ εἰρηκότος τοῦ δὲ ἀπολογουμένου φαύλως, λέγοντος δὲ πρὸς ἕκαστα, Ἀγησίλαε, δεῖ τὸν βασιλέα τοῖς νόμοις βοηθεῖν, καὶ τὴν οἰκίαν, ἔφη, εἴ τίς σοι διέσκαπτε καὶ τὸ ἱμάτιον εἰ ἀφῃρεῖτο, προσεδέχου ἂν τὸν οἰκοδόμον ἢ τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι;ν