Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
2.73 ἐν δὲ τῇ περὶ Λεῦκτρα μάχῃ, πολλῶν Λακεδαιμονίων φυγόντων καὶ τούτων ταῖς ἐκ τοῦ νόμου ἀτιμίαις ἀτιμίαις Xylander (as clearly indicated by Moralia, 191 c, and the Life of Agesilaus, chap. xxx.): αἰτίαις. ὑπευθύνων ὄντων, οἱ ἔφοροι ἔρημον ἀνδρῶν τὴν πόλιν ὁρῶντες δεομένην στρατιωτῶν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι καὶ τοὺς νόμους τηρεῖν. αἱροῦνται οὖν νομοθέτην τὸν Ἀγησίλαον ὁ δὲ προελθὼν εἰς τὸ δημόσιον, νομοθέτης μὲν οὐκ ἂν γενοίμην ἑτέρων νόμων, εἶπε, τοῖς γὰρ οὖσιν οὔτʼ ἂν προσθείην τι οὔτʼ ἂν ἀφέλοιμι οὔτε μεταποιήσαιμι τοὺς δὲ ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον.
2.74 τὸν δʼ Ἐπαμεινώνδαν ἐπελθόντα μετὰ τοσούτου ῥεύματος καὶ κλύδωνος, τῶν Θηβαίων καὶ συμμάχων μεγαλαυχουμένων ἐπὶ τῇ νίκῃ, ὅμως εἶρξε τῆς πόλεως καὶ ἀναστρέψαι ἐποίησεν, ὀλίγων ὄντων τῶν ἐν τῇ πόλει.
2.75 ἐν δὲ τῇ περὶ Μαντίνειαν μάχῃ παρεκελεύσατο τοῖς Λακεδαιμονίοις τοὺς ἄλλους ἐάσαντας πάντας Ἐπαμεινώνδᾳ μάχεσθαι, μόνους λέγων τοὺς ἔμφρονας ἀνδρείους εἶναι καὶ μόνους νίκης αἰτίους ὑπάρχειν εἰ οὖν τοῦτον ἀνέλοιεν, ἀνέλοιεν Bases and E. Kurtz: ἀνέλοιμεν. ῥᾷστα τοὺς ἄλλους ὑποχειρίους ποιήσειν ἄφρονας γὰρ εἶναι καὶ οὐδενὸς ἀξίους. ὃ καὶ συνέβη τῆς γὰρ νίκης σὺν Ἐπαμεινώνδᾳ οὔσης καὶ φυγῆς γενομένης, ἐπιστραφέντα αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους τῶν Λακεδαιμονίων τις καιρίως καιρίως] καιρίαν Cobet. ἐπάταξε, καὶ πεσόντος ἀναστρέψαντες ἀπὸ τῆς φυγῆς οἱ σὺν Ἀγησιλάῳ ἐφάμιλλον τὴν νίκην ἐποίησαν, παρὰ πολὺ μὲν τῶν Θηβαίων χειρόνων, παρὰ πολὺ δὲ τῶν Λακεδαιμονίων ἀμεινόνων φανέντων.
2.76 χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλεμον καὶ ξενοτροφούσης, ἐπορεύθη ὁ Ἀγησίλαος εἰς Αἴγυπτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ μισθῷ διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν ἦλθε τοῖς ἐγχωρίοις· προσεδόκων γὰρ τὸν Σπάρτης βασιλέα καθάπερ τὸν Περσῶν κεκοσμημένον ὄψεσθαι διαπρεπῶς τὸ σῶμα, φαύλην ἔχοντες περὶ βασιλέων δόξαν. ἔδειξε γοῦν αὐτοῖς μεταξύ, ὡς τὸ μεγαλεῖον καὶ ἀξιόλογον νοήσει καὶ ἀνδρείᾳ κτᾶσθαι προσήκει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi