6.2
πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιάτης, εἶπεν, εἶπεν (as in Moralia, 190 d), F.C.B.: not in mss. ὁ σοὶ ἀνομοιότατος.
Αγιδος τοῦ Τελευταιου
7.1
Ἆγις ὁ τελευταῖος τῶν Λακεδαιμονίων βασιλέων ἐξ ἐνέδρας συλληφθεὶς καὶ καταδικασθεὶς ὑπὸ τῶν ἐφόρων χωρὶς δίκης, ἀπαγόμενος ἐπὶ τὸν βρόχον ἰδών τινα τῶν ὑπηρετῶν κλαίοντα, παῦσαι, εἶπεν, ὦ ἄνθρωπε, ἐπʼ ἐμοὶ κλαίειν κλαίειν] κλαίων Life of Agis, chap. xx.· καὶ γὰρ οὕτω παρανόμως καὶ ἀδίκως ἀπολλύμενος, κρείττων εἰμὶ τῶν ἀναιρούντων. καὶ ταῦτα εἰπὼν παρέδωκε τῷ βρόχῳ τὸν τράχηλον ἑκουσίως.
Ἀκρότατος
8.1
Ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν; μέχρι τινὸς ἀντέλεγεν· ὡς δὲ ἐνέκειντο, εἶπεν, ἕως μὲν παρʼ ὑμῖν ἦν, οὐκ ἠπιστάμην δικαιοσύνης οὐδεμίαν ἔννοιαν· ἐπεὶ δὲ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νόμοις, ἔτι δὲ δὲ] Bernardakis would write δ’ ἐν: Kronenberg τε. δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἐδύνασθε, ἐδύνασθε F.C.B.: ἠδύνασθε. τούτοις πειράσομαι μᾶλλον μᾶλλον added by Bernardakis. ἢ ὑμῖν ἕπεσθαι· καὶ ἐπεὶ θέλετε μʼ μʼ added by F.C.B. ἄριστα ἄριστα] τὰ ἄριστα Kronenberg. πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε· ἃ δὲ λέγετε παραιτήσομαι.
Ἀλκαμενους τοῦ Τηλέκλου
9.1
Ἀλκαμένης ὁ Τηλέκλου, Τηλέκλου Xylander: τηλέκρου. πυθομένου τινὸς πῶς ἄν τις ἄριστα βασιλείαν διατηροίη, εἰ περὶ πλείονος, ἔφη, τὸ κέρδος μὴ ποιοῖτο.
9.2
ἑτέρου δὲ ἐπιζητοῦντος διὰ τί παρὰ Μεσσηνίων δῶρα οὐκ ἐδέξατο, ὅτι λαβόντος μου, ἔφη, πρὸς τοὺς νόμους εἰρήνην ἄγειν ἀδύνατον.
9.3
λέγοντος δέ τινος ὅτι συνεσταλμένως ζῇ ἱκανὴν οὐσίαν κεκτημένος, καλὸν γάρ, ἔφη, πολλὰ κεκτημένον ζῆν κατὰ λογισμὸν καὶ μὴ κατὰ τὴν ἐπιθυμίαν.
ἀναξανδριδου
10.1
Ἀναξανδρίδας ὁ Λέοντος πρὸς τὸν δυσφοροῦντα διὰ τὴν ἐκ τῆς πόλεως αὐτῷ γενομένην φυγήν, ὦ λῷστε, ἔφη, μὴ τὴν πόλιν φεύγων ὀρρώδει, ἀλλὰ τὴν δικαιοσύνην.
10.2
τῷ δὲ τοῖς ἐφόροις τὰ δέοντα μὲν λέγοντι πλείω δὲ τῶν ἱκανῶν, ὦ ξένε, ἔφη, οὐκ ἐν δέοντι τῷ δέοντι χρῇ.