Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
2.8 ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε, προσειπών νὴ τοὺς θεοὺς ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ.
2.9 ἄλλοτʼ ἰδὼν μῦν ἑλκόμενον ἐκ θυρίδος ὑπὸ παιδαρίου κρατοῦντος, ἐπεὶ ὁ μῦς ἐπιστραφεὶς ἔδακε τὴν χεῖρα τοῦ κρατοῦντος καὶ ἔφυγεν, ἐπιδείξας τοῖς παροῦσιν εἶπεν ὅταν τὸ ἐλάχιστον ζῷον οὕτως ἀμύνηται τοὺς ἀδικοῦντας, τί τοὺς ἄνδρας προσήκει ποιεῖν λογίζεσθε.
2.10 βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς ἐν τῇ Ἀσίᾳ κατοικοῦντας Ἕλληνας, τῷ κατὰ Δωδώνην Διὸς ἐχρήσατο μαντείῳ· κελεύσαντος δέ, κελεύσαντος δέ W: κελεύσαντος δὲ ὅπερ ἐστὶν ὡς στρατεύεσθαι τὸ χρησθὲν ἀνήγγειλε τοῖς ἐφόροις· οἱ δὲ ἐκέλευσαν αὐτὸν καὶ εἰς Δελφοὺς ἀφικόμενον περὶ τῶν αὐτῶν πυνθάνεσθαι. πορευθεὶς οὖν εἰς τὸ μαντεῖον ἐπηρώτησεν οὕτως Ἄπολλον, ἦ δοκεῖ σοι ὃ καὶ τῷ πατρί; συναινέσαντος δʼ αἱρεθεὶς οὕτως ἐστρατεύσατο.
2.11 ἐπεὶ δὲ Τισσαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδάς, τὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους βασιλέα, μεταπεμψάμενος δὲ παρὰ τοῦ βασιλέως πολὺ στράτευμα πόλεμον κατήγγειλεν αὐτῷ, εἰ μὴ ἀπίοι τῆς Ἀσίας· ἄσμενος τὴν παράβασιν δεξάμενος ὥρμησε μὲν ὡς ἐπὶ Καρίαν προάξων ἐκεῖ δὲ τὴν δύναμιν τοῦ Τισσαφέρνους ἀθροίσαντος, ἄρας εἰς Φρυγίαν ἐνέβαλε καὶ λαβὼν πόλεις πλείστας καὶ χρημάτων πλῆθος ἔφη τοῖς φίλοις ἐπισπεισάμενον μὲν ἀδικεῖν ἀδικεῖν *: ἀδίκως ἀσεβές, τοὺς δὲ πολεμίους παραλογίζεσθαι οὐ μόνον δίκαιον καὶ ἐπίδοξον, ἀλλὰ καὶ ἡδὺ καὶ κερδαλέον.
2.12 τοῖς δʼ ἱππεῦσιν ἐλαττωθεὶς ἀνεχώρησεν εἰς Ἔφεσον, καὶ τοῖς εὐπόροις προεῖπε παρέχειν ἵππον ἵππον] ἵππον ἕκαστον? ἀνθʼ ἑαυτοῦ καὶ ἄνδρα ἀπολυομένους τῆς στρατείας· ὥστε ταχὺ συνήχθησαν καὶ ἵπποι καὶ ἄνδρες ἐπιτήδειοι ἀντὶ δειλῶν καὶ πλουσίων. καὶ τὸν Ἀγαμέμνονα ἔφη ζηλοῦν· καὶ γὰρ ἐκεῖνον θήλειαν ἵππον ἀγαθὴν λαβόντα κακὸν ἄνδρα καὶ πλούσιον τῆς στρατείας ἀπολῦσαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi