45.10
τῶν δὲ πολιτῶν τινος λέγοντος, ὅτι τὸν ἀγαθὸν βασιλέα πάντῃ πάντως πρᾶον εἶναι δεῖ, οὐκοῦν ἔφη ἄχρι τοῦ μὴ εὐκαταφρόνητον εἶναι.
45.11
ἑλκυσθεὶς δὲ νόσῳ μακρᾷ, ἐπεὶ καθαρταῖς καὶ μάντεσι προσεῖχε τὸ πρὶν οὐ προσέχων, θαυμάζοντός τινος, τί θαυμάζεις; ἔφη οὐ γάρ εἰμι ὁ αὐτὸς νῦν καὶ τότε· οὐκ ὢν δὲ ὁ αὐτὸς οὐδὲ τὰ αὐτὰ δοκιμάζω.
45.12
σοφιστοῦ δέ τινος περὶ ἀνδρείας λέγοντος, πλείω ἐγέλασε· τοῦ δὲ εἰπόντος τί γελᾷς, Κλεόμενες, περὶ ἀνδρείας λέγοντος ἀκούων, καὶ ταῦτα βασιλεὺς ὤν; ὅτι ἔφη ξένε καὶ ἡ χελιδὼν εἰ περὶ αὐτῆς ἔλεγε, τὸ αὐτὸ τοῦτο ἂν ἐποίουν· εἰ δὲ ἀετός, πολλὴν ἂν εἶχον ἠρεμίαν.
45.13
τῶν δὲ Ἀργείων τὴν προτέραν ἧτταν φασκόντων ἀναμαχεῖσθαι, θαυμάζω ἔφη εἰ δύο συλλαβῶν προσθήκῃ νῦν κρείσσονες ἐγένεσθε ἢ πρόσθεν ἦτε.
45.14
λοιδοροῦντος δέ τινος αὐτὸν καὶ φήσαντος θρυπτικὸς εἶ, ὦ Κλεόμενες, ἀλλὰ κρεῖσσον ἔφη ἢ ἄδικον εἶναι· σὺ δὲ φιλοχρήματος καίπερ ἱκανὰ κεκτημένος.
45.15
ψάλτην δέ τις αὐτῷ βουλόμενος συστῆσαι τά τε ἄλλα τὸν ἄνδρα ἐπῄνει καὶ ψάλτην αὐτὸν ἔφη κράτιστον εἶναι τῶν Ἑλλήνων ὁ δὲ δείξας τινὰ τῶν πλησίον πλησίον *: πλησίων νὴ τοὺς θεούς ἔφη οὗτος παρʼ ἐμοὶ ζωμοποιός.
45.16
Μαιάνδρου Μαιανδρίου Herod. 3, 148 δὲ τοῦ τῆς Σάμου τυράννου διὰ τὴν Περσῶν ἔφοδον εἰς Σπάρτην φυγόντος καὶ ἐπιδείξαντος ὅσα κεκομίκει χρύσεά τε καὶ ἀργύρεα ἐκπώματα χαριζομένου τε ὅσα βούλεται, ἔλαβε μὲν οὐδέν, εὐλαβούμενος δὲ μὴ ἑτέροις τισὶ τῶν ἀστῶν διαδῷ, πορευθεὶς ἐπὶ τοὺς ἐφόρους ἄμεινον ἔφη εἶναι τῇ Σπάρτῃ τὸν ξένον ἑαυτοῦ Σάμιον ἀπαλλάττεσθαι τῆς Πελοποννήσου, ἵνα μὴ πείσῃ τινὰ τῶν Σπαρτιατῶν κακὸν γενέσθαι οἱ δὲ ὑπακούσαντες ἐξεκήρυξαν τὸν Μαίανδρον αὐτῆς ἡμέρας.
45.17
εἰπόντος δέ τινος διὰ τί πολεμοῦντας ὑμῖν Ἀργείους πολλάκις κρατήσαντες οὐκ ἀνῃρήκατε; οὐδʼ ἂν ἀνέλοιμεν ἔφη ὡς ἂν γυμναστὰς τοῖς νέοισιν ἔχοιμεν.
45.18
πυνθανομένου δέ τινος αὐτοῦ διὰ τί Σπαρτιᾶται τοῖς θεοῖς οὐκ ἀνατιθέασι τὰ ἀπὸ τῶν πολεμίων σκῦλα, ὅτι ἔφη ἀπὸ δειλῶν ἐστι.
Κλεομένους τοῦ Κλεομβρότου