58.4
πρὸς δὲ τὸν ἀσθενῆ μὲν τῷ σώματι, συμβουλεύοντα δὲ πρὸς τοὺς πολεμίους κατὰ γῆν καὶ κατὰ θάλατταν διακινδυνεύειν, θέλεις οὖν ἔφη δεῖξαι σεαυτὸν ἐκδύς, οἷος ὢν ἡμῖν μάχεσθαι συμβουλεύεις;
58.5
θαυμαζόντων δέ τινων ἐν τοῖς λαφύροις τῶν βαρβάρων τὴν πολυτέλειαν τῆς ἐσθῆτος, κρεῖσσον ἔφη αὐτοὺς εἶναι πολλοῦ ἀξίους ἢ κεκτῆσθαι πολλοῦ ἄξια.
58.6
μετὰ δὲ τὴν ἐν Πλαταιαῖς κατὰ Μήδων γενομένην νίκην τοῖς ἀμφʼ αὑτὸν ἐκέλευσε τὸ προητοιμασμένον Περσικὸν δεῖπνον παραθεῖναι· τούτου δὲ θαυμαστὴν πολυτέλειαν ἔχοντος, νὴ τοὺς θεούς ἔφη λίχνος ἦν ὁ Πέρσης, ὅτι τοσαῦτα ἔχων ἐπὶ τὴν ἡμετέραν ἦλθε μᾶζαν.
Παυσανίου τοῦ Πλειστώνακτος
59.1
Παυσανίας ὁ Πλειστώνακτος πρὸς τὸν ἐρωτήσαντα, διὰ τί τῶν ἀρχαίων νόμων οὐδένα κινεῖν ἔξεστι παρʼ αὐτοῖς, ὅτι τοὺς νόμους ἔφη τῶν ἀνδρῶν, οὐ τοὺς ἄνδρας τῶν νόμων κυρίους εἶναι δεῖ.
59.2
ἐπαινοῦντος δὲ αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους, εἶπέ τις διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλʼ ἔφυγες; ὅτι οὐδʼ οἱ ἰατροί ἔφη παρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες, διατρίβειν εἰώθασιν.
59.3
πυνθανομένου δέ τινος αὐτοῦ, πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι, εἰ τὸν ἄριστον εἶπε στρατηγὸν καταστήσαιμεν.
59.4
ἰατροῦ δʼ ἐπισκεπτομένου αὐτὸν καὶ εἰπόντος οὐδὲν κακὸν ἔχεις , οὐ γάρ σοὶ ἔφη ἰατρῷ χρῶμαι.
59.5
μεμφομένου δέ τινος αὐτὸν τῶν φίλων, διότι ἰατρόν τινα κακῶς λέγει, πεῖραν οὐκ ἔχων αὐτοῦ οὐδὲ ἀδικηθείς τι, ὅτι εἶπεν εἰ ἔλαβον αὐτοῦ πεῖραν οὐκ ἂν ἔζων.
59.6
τοῦ δὲ ἰατροῦ εἰπόντος αὐτῷ γέρων γέγονας , διότι εἶπεν οὐκ ἐχρησάμην σοὶ ἰατρῷ.
59.7
κράτιστον δέ, ἔλεγε, τοῦτον ἰατρὸν εἶναι, τὸν μὴ κατασήποντα τοὺς ἀρρωστοῦντας ἀλλὰ τάχιστα θάπτοντα.
Παιδαρήτου
60.1
Παιδάρητος, λέγοντός τινος ὅτι πολλοὶ εἴησαν οἱ πολέμιοι, οὐκοῦν ἔφη ἡμεῖς εὐκλεέστεροι ἐσόμεθα· πλείους γὰρ ἀποκτενοῦμεν.
60.2
ἰδὼν δέ τινα τῇ μὲν φύσει μαλακὸν διʼ ἐπιείκειαν δὲ ἐπαινούμενον ὑπὸ τῶν πολιτῶν, ἔφη οὔτε ἄνδρας γυναιξὶν ὁμοίους ὄντας ἐπαινεῖν δεῖ οὔτε γυναῖκας ἀνδράσιν, ἐὰν μὴ τὴν γυναῖκα χρεία τις καταλάβῃ.