Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
64.1 Πολυκρατίδας Πολυκρατίδας] Πεισιστραδίδας Vit. Lyc. c. 25 πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθʼ ἑτέρων, ἐρομένων αὐτῶν πότερον ἰδίᾳ πάρεισιν ἢ δημοσίᾳ ἐπέμφθησαν, αἴκα τύχωμεν, δημοσίᾳ εἶπεν εἰ δὲ αἴκε τύχωμεν - εἰ δὲ] αἴκα τύχωμες - αἰ δὲ Cobetus μὴ , ἰδίᾳ.

Φοιβίδου

65.1 Φοιβίδας, πρὸ τοῦ κινδύνου τοῦ Λευκτρικοῦ λεγόντων τινῶν δείξειν τὴν ἡμέραν ταύτην τὸν ἀγαθόν, πολλοῦ τὴν ἡμέραν ἔφησεν ἀξίαν εἶναι, δυναμένην τὸν ἀγαθὸν δεῖξαι.

Σόου

66.1 σόον Σόον X: σῶον λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς ἂν ἂν* ἀφεῖναι γῆν, εἰ πίοιεν οἱ οἱ Turnebus μετʼ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς· ἐφρούρουν δʼ αὐτὴν οἱ πολέμιοι. γενομένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθʼ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν· οὐδενὸς δὲ καρτερήσαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελθεῖν ἀπελθεῖν idem: ἐπελθεῖν καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα.

Τηλέκλου

67.1 Τήλεκλος Τήλεκλος X: τήλεκρος πρὸς τὸν εἰπόντα, ὅτι ὁ πατὴρ λέγει κακῶς αὐτόν, εἰ μὴ αὐτῷ ἔφη λεκτέον λεκτέον *: λεκτὸν ἦν, οὐκ ἂν ἔλεγεν.
67.2 εἰπόντος δὲ τοῦ ἀδελφοῦ, ὅτι οὐχ ὁμοίως αὐτῷ προσφέρονται οἱ πολῖται ὡς ἐκείνῳ ὄντι ἐκ τῶν αὐτῶν, ἀγνωμονέστερον δέ, εἶπε σὺ γὰρ οὐκ οἶδας ἀδικεῖσθαι, ἐγὼ δέ.
67.3 ἐρωτηθεὶς δὲ διὰ τί ἔθος παρʼ αὐτοῖς ἐστι τοὺς νεωτέρους τοῖς πρεσβυτέροις ἐξανίστασθαι, ὅπως ἔφη περὶ τοὺς μὴ προσήκοντας οὕτως ἔχοντες τιμῆς μᾶλλον τιμῶσι τοὺς γονέας.
67.4 πυθομένου δέ τινος πόσην κέκτηται οὐσίαν, ἔφη οὐ πλείω τῆς ἱκανῆς.

Χαρίλλου

68.1 Χάριλλος ἐρωτηθεὶς διὰ τί τοὺς νόμους ὁ Λυκοῦργος οὕτως ὀλίγους ἔθηκεν, ὅτι ἔφη τοῖς ὀλίγα λέγουσιν ὀλίγων καὶ νόμων ἐστὶ χρεία,
68.2 πυνθανομένου δέ τινος διὰ τί τὰς μὲν κόρας ἀκαλύπτους, τὰς δὲ γυναῖκας ἐγκεκαλυμμένας εἰς τοὐμφανὲς ἄγουσιν, ὅτι ἔφη τὰς μὲν κόρας ἄνδρας εὑρεῖν δεῖ, τὰς δὲ γυναῖκας σῴζειν τοὺς ἔχοντας.
68.3 τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, εἰ μὴ ὠργιζόμην εἶπε κατέκτανον ἄν σε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi