Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
68.4 ἐρωτήσαντος δέ τινος αὐτὸν τίνα νομίζει πολιτείαν ἀρίστην, ἔφη ἐν ᾗ ἂν περὶ ἀρετῆς πλεῖστοι πολιτευόμενοι πρὸς ἀλλήλους ἄνευ στάσεως ἀγωνίζεσθαι θέλωσι.
68.5 πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθʼ ὅπλων ἵδρυται παρʼ αὐτοῖς, ὅπως ἔφη μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι ἄοπλοι τοῖς θεοῖς εὔχωνται.
68.6 πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι τῶν κόσμων ὁ φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι.

Διάφορα τῶν ἐν τοῖς Λάκωσιν ἀδόξων ἀποφθέγματα

69.1 Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται τὰ μὲν πρῶτα πρῶτα] πρᾶτα ἐπιλελάθαμες, ἐπιλελάθαμες] ἐπιλελάσμεθα idem τὰ δὲ ὕστερα οὐ συνείκαμες συνείκαμες idem: συνήκαμες διὰ τὸ τὰ πρῶτα πρῶτα] πρᾶτα Cobetus ἐπιλελᾶσθαι.
69.2 ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, ἀπάγγελλε τοίνυν ἔφασαν ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες.
69.3 πρὸς Θηβαίους περί τινων ἀντιλέγοντας ἢ φρονεῖν εἶπον δεῖ ἔλασσον ἢ δύνασθαι μεῖζον.
69.4 Λάκων ἐρωτηθεὶς διʼ ἣν αἰτίαν τὰς τοῦ πώγωνος τρίχας ἐπὶ πολὺ κομᾷς; εἶπεν ἵνα βλέπων τὰς πολιὰς μηδὲν ἀνάξιον αὐτῶν πράττω.
69.5 ἄλλος πυθομένου τινὸς διὰ τί ἐγχειριδίοις βραχέσι χρῆσθε; ἵνα πλησίον εἶπε τοῖς πολεμίοις εἰς χεῖρας ἵκωμες.
69.6 ἐπαινοῦντός τινος τοὺς ἀρίστους μαχητάς, Λάκων εἶπεν ἐν Τροίᾳ.
69.7 ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πίνειν μὴ καὶ ἐσθίειν εἶπε βιάζονται;
69.8 Πινδάρου γράψαντος Ἑλλάδος ἔρεισμα Ἀθῆναι, Λάκων ἔφη καταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρείσματι τοιούτῳ.
69.9 ἐπεὶ δὲ ἰδών τις ἐν πίνακι γραπτῷ Λάκωνας ὑπὸ Ἀθηναίων σφαττομένους ἔλεγεν ἀνδρεῖοί γʼ Ἀθηναῖοι, Λάκων ὑποτυχών ἐν τῷ πίνακι εἶπε.
69.10 πρὸς δέ τινα προσιέμενον τὰς ἐκ διαβολῆς βλασφημίας Λάκων εἶπε παῦσαι κατʼ ἐμοῦ τὰ ὦτα χορηγῶν.
69.11 πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγοντα ἄκων ἥμαρτον εἶπέ τις ἄκων τοίνυν καὶ κολάζου.
69.12 ἰδών τις ἐν ἀποχωρήσει θακέοντας θακέοντας] θακεύοντας Vit. Lyc. c. 20 ἐπὶ δίφρων ἀνθρώπους μὴ γένοιτο εἶπεν ἐνταῦθα καθίσαι, ὅθεν οὐκ ἔστιν ἐξαναστῆναι πρεσβυτέρῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi