Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.25 πόλιν τινὰ κατὰ κράτος ἑλόντων Λακεδαιμονίων, οἱ ἔφοροι εἶπον οἴχεται τὸ πάλαισμα τῶν νέων οὐκέτι ἕξουσιν ἀνταγωνιστὰς οἱ νέοι.
69.26 ἄλλην πόλιν ὑπισχνουμένου τοῦ βασιλέως αὐτῶν τέλεον ἀφανιεῖν ᾗ ᾗ *: ἣ συμβεβήκει πράγματα πολλάκις παρεσχῆσθαι τοῖς Λάκωσιν, οὐκ ἐπέτρεψαν, φάμενοι μηδαμῶς ἀφανίσῃς μηδʼ ἀνέλῃς τὴν ἀκόνην τῶν νέων.
69.27 τοῖς παλαίουσι παιδοτρίβας οὐκ ἐφίστανον, ἵνα μὴ τέχνης ἀλλʼ ἀρετῆς ἡ φιλοτιμία γένηται. διὸ καὶ Λύσανδρος ἐρωτώμενος, ὅπως ὁ Χάρων ἐνίκησεν αὐτόν, τᾷ πολυμηχανίᾳ εἶπε.
69.28 Φιλίππου γράφοντος, ὅτε εἰς τὴν χώραν αὐτῶν παρεγένετο, παρεγένετο *: παρεγίνετο πότερον βούλεται φίλιον ἐλθεῖν ἢ πολέμιον αὐτόν, ἀντεφώνησαν οὐδέτερον.
69.29 πρεσβευτήν τινα διαπεμψάμενοι πρὸς Ἀντίγονον τὸν Δημητρίου, πυθόμενοι ὅτι ἐκάλεσεν αὐτὸν βασιλέα, ἐζημίωσαν, καίτοι μέδιμνον πυρῶν ἑκάστῳ παρʼ αὐτοῦ σιτοδείας οὔσης κομίζοντα.
69.30 Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν ἔπεμψαν πρὸς αὐτόν, οὐχ ἱκανὸς οὖν εἶπον εἰ πρὸς ἕνα εἷς;
69.31 ἐνέγκαντός τινος ἀρίστην γνώμην μοχθηροῦ, ταύτην μὲν ἀπεδέξαντο, περιελόμενοι δὲ τούτου περιέθηκαν ἑτέρῳ καλῶς βεβιωκότι.
69.32 ἀδελφῶν πρὸς ἀλλήλους διαφερομένων τὸν πατέρα ἐζημίωσαν, ὅτι τοὺς υἱεῖς στασιάζοντας περιορᾷ.
69.33 ψάλτην ἐπιδημήσαντα ἐζημίωσαν , ὅτι δακτύλοις κιθαρίζει.
69.34 δύο παῖδες ἐμάχοντο, ἅτερος δὲ αὐτῶν τὸν ἕτερον ἔτρωσε δρεπάνῳ πληγῇ θανασίμῳ· τῶν δὲ συνήθων παίδων, ἐπεὶ διαλύεσθαι ἔμελλον, ἐπαγγελλομένων ἀμυνεῖσθαι καὶ ἀναιρήσειν τὸν πλήξαντα, μηδαμῶς εἶπε πρὸς θεῶν, οὐ γὰρ δίκαιον· καὶ γὰρ ἂν ἐγὼ ἐποίησα τοῦτο, εἰ ἔφθασα καὶ ἀγαθὸς ἐγενόμην.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi