Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.66 ἄλλος ἐρωτώμενος περί τινος ἀπεκρίνατο οὔ· ὡς δὲ ὁ ἐρωτήσας ἀπεκρίνατο ὅτι ψεύδῃ, ὁρᾷς οὖν ἔφη ὅτι μάταιος εἶ περὶ ὧν ἐπίστασαι ἐρωτῶν.
69.67 ἧκόν ποτε κατὰ πρεσβείαν Λάκωνες πρὸς Λύγδαμιν τὸν τύραννον· ὡς δʼ ἐκεῖνος ὑπερτιθέμενος πολλάκις συντυχεῖν ἀνεβάλλετο, τὸ δʼ ἐπὶ πᾶσι μαλακῶς ἔχειν αὐτὸν ἔφη τις, οἱ πρέσβεις λέγε αὐτῷ εἶπον ὅτι μὰ τοὺς θεοὺς οὐ παλαισόμενοι πρὸς αὐτὸν ἐληλύθαμεν, ἀλλὰ διαλεχθησόμενοι.
69.68 Λάκωνά τινά τις μυσταγωγῶν ἠρώτα τί πράξας ἑαυτῷ σύνοιδεν ἀσεβέστατον, ὁ δὲ γινώσκουσιν οἱ θεοί ἔφη· ἐπικειμένου δὲ μᾶλλον καὶ λέγοντος πάντως σε δεῖ εἰπεῖν, ὁ Λάκων ἀντηρώτησε τίνι με δεῖ εἰπεῖν, σοὶ ἢ τῷ θεῷ; τοῦ δὲ εἰπόντος τῷ θεῷ, σὺ τοίνυν ἔφη ἀποχώρησον.
69.69 ἕτερος νυκτὸς μνῆμα παριὼν καὶ φαντασιωθεὶς δαιμόνιόν τι ἐπέδραμε τῇ λόγχῃ διαράμενος, καὶ ἐναπερείδων εἶπε πῆ με φεύγεις, δὶς ἀποθανουμένη ψυχή;
69.70 ἄλλος εὐξάμενος ἀπὸ τοῦ Λευκάτα ῥίπτειν ἑαυτὸν ἀνέβη καὶ ὑπέστρεψεν ἰδὼν τὸ ὕψος· ὀνειδιζόμενος δὲ εἶπεν οὐκ ᾤμαν τὰν εὐχὰν ἄλλας μείζονος εὐχᾶς δεῖσθαι.
69.71 ἄλλος ἐπὶ παρατάξεως τῷ πολεμίῳ τὸ ξίφος καταφέρειν μέλλων, ἐπεὶ τὸ ἀνακλητικὸν ἐσήμηνεν, οὐκέτι κατήνεγκε· πυθομένου δέ τινος, διὰ τί τὸν ἐχθρὸν ἔχων ὑποχείριον οὐκ ἀπέκτεινεν; ὅτι ἔφη βέλτιόν ἐστι τοῦ φονεύειν πείθεσθαι τῷ ἄρχοντι.
69.72 τινι ἡττωμένῳ ἐν Ὀλυμπίᾳ εἶπέ τις ὁ ἀνταγωνιστής, ὦ Λάκων, ἐγένετό σου κρείσσων· οὐ μὲν οὖν ἔφη ἀλλὰ καββαλικώτερος.
← Önceki 50 / 50

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi