Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.63 Βοῦλις καὶ Σπέρχις Βοῦλις καὶ Σπέρχις, the usual spelling elsewhere, e.g. Moralia, 815 e: βοῦρις καἰ σπέρτις (Herodotus, vii. 134 has Σπερθίης. Λακεδαιμόνιοι πορευθέντες ἐθελονταὶ πρὸς Ξέρξην τὸν Περσῶν βασιλέα ἐπὶ τιμωρίᾳ ἣν ὠφειλεν ἡ Λακεδαίμων κατὰ χρησμόν , διότι κήρυκας πεμφθέντας ὑπὸ τοῦ Πέρσου ὡς αὐτοὺς ἀπέκτειναν ἐλθόντες πρὸς τὸν Ξέρξην ἐκέλευον ᾧ βούλεται τρόπῳ διαχρήσασθαι αὐτοὺς ὑπὲρ Λακεδαιμονίων. ὡς δὲ ἐκεῖνος ἀγασθεὶς ἀπέλυσε τοὺς ἄνδρας καὶ ἠξίου μένειν παρʼ αὐτῷ, καὶ πῶς ἄν, ἔφασαν, δυναίμεθα ζῆν ἐνταῦθα, πατρίδα καταλιπόντες καὶ νόμους καὶ τούτους τοὺς ἄνδρας, ὑπὲρ ὧν τοσαύτην ἤλθομεν ὁδὸν ἀποθανούμενοι; Ἰνδάρνου δὲ τοῦ στρατηγοῦ ἐπὶ πλέον δεομένου καὶ λέγοντος τεύξεσθαι αὐτοὺς τῆς ἴσης τιμῆς τοῖς μάλιστα ἐν προαγωγῇ φίλοις τοῦ βασιλέως , ἔφησαν, ἀγνοεῖν ἡμῖν δοκεῖς ἡλίκον ἐστὶ τὸ τῆς ἐλευθερίας, ἧς οὐκ ἂν ἀλλάξαιτό τις νοῦν ἔχων τὴν Περσῶν βασιλείαν.
69.64 Λάκων, ἐπεὶ τῇ μὲν προτέρᾳ ἡμέρᾳ ὁ ξένος αὐτὸν ἐξέκλινε, τῇ δʼ ἑξῆς στρώματα χρησάμενος δαψιλῶς ὑπεδέχετο, ἐπιβὰς τοῖς στρώμασι κατεπάτει, ἐπιλέγων διὰ ταῦτα ἐχθὲς οὐδʼ ἐπὶ ψιάθου ὑπνωκέναι.
69.65 ἕτερος ἐλθὼν εἰς Ἀθήνας καὶ ὁρῶν τοὺς Ἀθηναίους τὸ τάριχος ἀποκηρύττοντας καὶ τὸ ὄψον, καὶ τελωνοῦντας καὶ πορνοβοσκοῦντας, καὶ ἕτερα ἔργα ἀσχήμονα πράττοντας, καὶ μηδὲν αἰσχρὸν ἡγουμένους ὅτε ἐπανῆλθεν εἰς τὴν πατρίδα, τῶν πολιτῶν πυνθανομένων αὐτοῦ ποῖὰ τινά ἐστι τὰ ἐν Ἀθήναις, πάντα, εἶπε, καλά, νεἰρωνευόμενος καὶ παριστὰς ὅτι πάντα παρὰ τοῖς Ἀθηναίοις καλὰ νομίζεται, αἰσχρὸν δὲ οὐδέν.
69.66 ἄλλος ἐρωτώμενος περί τινος ἀπεκρίνατο οὔ· ὡς δὲ ὁ ἐρωτήσας ἀπεκρίνατο ὅτι ψεύδῃ, ὁρᾷς οὖν, ἔφη, ὅτι μάταιος εἶ περὶ ὧν ἐπίστασαι ἐρωτῶν.
69.67 ἧκόν ποτε κατὰ πρεσβείαν Λάκωνες πρὸς Λύγδαμιν τὸν τύραννον· ὡς δʼ ἐκεῖνος ὑπερτιθέμενος πολλάκις συντυχεῖν ἀνεβάλλετο, τὸ δʼ ἐπὶ πᾶσι μαλακῶς ἔχειν αὐτὸν ἔφη τις, οἱ πρέσβεις, λέγε αὐτῷ, εἶπον, ὅτι μὰ τοὺς θεοὺς οὐ παλαισόμενοι πρὸς αὐτὸν ἐληλύθαμεν, ἀλλὰ διαλεχθησόμενοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi