Thesauros Edebiyat biography Λακαινῶν ἀποφθάγματα

Λακαινῶν ἀποφθάγματα

Λακαινῶν ἀποφθάγματα Plutarch

ἈργιλεωνίδοςThe title, λακαινων αποφθεγματα, and the headings, αργιλεωνιδος, etc., are almost always omitted in the mss.

1.1 Ἀργιλεωνὶς ἡ Βρασίδου μήτηρ, τελευτήσαντος αὐτῇ τοῦ υἱοῦ, ὡς παραγενόμενοί τινες τῶν Ἀμφιπολιτῶν εἰς Σπάρτην ἧκον πρὸς αὐτὴν ἠρώτησεν εἰ καλῶς καὶ ἀξίως τῆς Σπάρτης ὁ υἱὸς ἐτελεύτα· μεγαλυνόντων δʼ ἐκεῖνον καὶ λεγόντων ἄριστον ἐν τοῖς τοιούτοις ἔργοις ἁπάντων Λακεδαιμονίων εἶναι, εἶπεν, ὦ ξένοι, καλὸς μὲν ἦν κἀγαθὸς ὁ παῖς μου, πολλοὺς δʼ ἄνδρας Λακεδαίμων ἔχει τήνω κάρρονας.

Γοργοῦς

2.1 Γοργὼ βασιλέως Κλεομένους θυγάτηρ, Ἀρισταγόρου τοῦ Μιλησίου παρακαλοῦντος αὐτὸν ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον ὑπὲρ Ἰώνων καὶ ὑπισχνουμένου χρημάτων πλῆθος καὶ ὅσῳ ἀντέλεγε πλείονα προστιθέντος, καταφθερεῖ σε, ἔφη, ὦ πάτερ, τὸ ξενύλλιον, ἐὰν μὴ τάχιον αὐτὸν τῆς οἰκίας ἐκβάλῃς.
2.2 προστάξαντος δέ ποτε αὐτῇ τοῦ; πατρὸς δοῦναί τινι σῖτον εἰς μισθοῦ λόγον καὶ προστιθέντος, ἐδίδαξε γάρ με τὸν οἶνον χρηστὸν ποιεῖν, οὐκοῦν, ὦ πάτερ, ἔφη, ὃ τʼ οἶνος πλείων ἐκποθήσεται καὶ οἱ πίνοντες θρυπτικώτεροι καὶ χείρονες γενήσονται. ʼ ʼ
2.3 τὸν δʼ Ἀρισταγόραν ὑπό τινος τῶν οἰκετῶν ὑποδούμενον θεασαμένη, πάτερ, ἔφη, ὁ ξένος χεῖρας οὐκ ἔχει.
2.4 ξένου δέ τινος μαλακῶς καὶ σχολῇ καὶ σχολῇ (or σχολῇ)] στολὴν Stephanus, perhaps rightly. προσαγαγόντος, παρωσαμένη αὐτόν, οὐκ ἄπει ἐντεῦθεν, εἶπεν, οὐδὲ οὐδὲ Bernardakis: οὔτε. τὰ τῆς γυναικὸς δυνάμενος;ν
2.5 ἐρωτηθεῖσα δὲ ὑπό τινος Ἀττικῆς, διὰ τί ὑμεῖς ἄρχετε μόναι τῶν ἀνδρῶν αἱ Λάκαιναι Λάκαιναι, the usual form: λάκωναι.; ὅτι, ἔφη, καὶ τίκτομεν μόναι ἄνδρας.
2.6 Προτρεπομένη δὲ τὸν ἄνδρα Λεωνίδαν ἐξιόντα εἰς Θερμοπύλας ἄξιον τῆς Σπάρτης φανῆναι, ἠρώτα τί χρὴ πράττειν ὁ δὲ ἔφη, ἀγαθὸν γαμεῖν καὶ ἀγαθὰ τίκτειν.

Γυρτιάδος

3.1 Γυρτιάς, Ἀκροτάτου ποτὲ τοῦ θυγατριδοῦ αὐτῆς ἔκ τινος τῶν παίδων μάχης πολλὰς πληγὰς λαβόντος καὶ ἀπενεχθέντος οἴκαδε ὡς τεθνηκότος, κλαιόντων τῶν οἰκείων τε καὶ γνωρίμων, οὐ σιωπήσετε; ἔφη· ἔδειξε γὰρ οἵου αἵματος ἦν· καὶ οὐκ ἔφη δεῖν τοὺς ἀγαθοὺς βοᾶν ἀλλʼ ἰατρεύεσθαι.
1 / 5 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi