3.2
ὅτε ἄγγελος ἦλθεν ἐκ Κρήτης τὸν Ἀκροτάτου θάνατον ἀπαγγέλλων, οὐκ ἔμελλεν, ἔφη, πρὸς τοὺς πολεμίους ἥκων ἢ αὐτὸς ὑπʼ ἐκείνων ἀποθανεῖσθαι ἢ κατακανεῖν κατακανεῖν F.C.B.: κατακαίνειν. ἐκείνους; ἥδιον δʼ ἀκούειν ὅτι ἀπέθανε καὶ ἑαυτῆς καὶ τῆς πόλεως ἀξίως καὶ τῶν προγόνων, ἢ εἰ ἔζη τὸν ἅπαντα χρόνον κακὸς ὤν.
Δαματρίας
4.1
Δαματρία τὸν υἱὸν δειλὸν καὶ ἀνάξιον ἑαυτῆς ἑαυτοῦ in some mss. ἀκούσασα, παραγενόμενον ἀνεῖλε· τὸ δʼ ἐπίγραμμα ἐπʼ αὐτῆς τόδε, τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον.
Λακαινῶν ἀδήλων
5.1
ἑτέρα Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα λιποτακτήσαντα, the preferred form: λειποτακτήσαντα. ὡς ἀνάξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα, οὐκ ἐμὸν τὸ φίτυμα. ἐφʼ ἧς τὸ ἐπίγραμμα τόδε, ἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος Εὐρώτας δειλαῖς μηδʼ ἐλάφοισι ῥέοι. ἀχρεῖον σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθʼ Ἅιδαν, ἔρρε· τὸ μὴ Σπάρτας ἄξιον οὐδʼ ἔτεκον.
5.2
ἄλλη ἀκούσασα τὸν υἱὸν ἐν παρατάξει πεσόντα ἔφη, δειλοὶ κλαιέσθωσαν ἐγὼ δέ σε, τέκνον, ἄδακρυς θάπτω θάπτω S. A. Naber and Hartman: καὶ ἱλαρὰ θάπτω. Pantazides would omit καὶ ἐμὸν καὶ to accomplish the same result, but cf. 235 a. τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.
5.3
ἀκούσασά τις τὸν υἱὸν σεσῳσμένον καὶ πεφευγότα ἐκ τῶν πολεμίων, γράφει αὐτῷ, κακὰ φάμα τευ κακκέχυται· ἢ ταύταν νῦν νυν Hatzidakis: νῦν. ἔκνιψαι ἢ μὴ ἔσο.
5.4
ἄλλη, τῶν υἱῶν φυγόντων ἐκ μάχης καὶ παραγενομένων ὡς αὐτήν, ποῦ, ποῦ] ποῖ Stobaeus, Florilegium, cviii. 83. φησίν, ἥκετε δραπετεύσαντες, κακὰ ἀνδράποδα; ἢ δεῦρο ὅθεν ἐξέδυτε καταδυσόμενοι; ἀνασυραμένη καὶ ἐπιδείξασα ἐπιδείξασα] δείξασα ibid. αὐτοῖς.
5.5
προσάγοντά τις τὸν υἱὸν θεασαμένη ἐπύθετο, τί πράττει ἡ πατρίς; εἰπόντος δέ, πάντες ἀπολώλασι, κεραμίδα ἄρασα ἐπαφῆκεν αὐτῷ καὶ ἀνεῖλεν, εἰποῦσα, σὲ οὖν κακάγγελον ἔπεμψαν ἡμῖν;
5.6
διηγουμένου τινὸς τῇ μητρὶ γενναῖον θάνατον τοῦ ἀδελφοῦ, εἶτʼ οὐκ αἰσχρόν, εἶπε, τῆς τοιαύτης συνοδίας ἀποτυχεῖν;