3.2
ὅτε ἄγγελος ἦλθεν ἐκ Κρήτης τὸν Ἀκροτάτου θάνατον ἀπαγγέλλων, οὐκ ἔμελλεν ἔφη πρὸς τοὺς πολεμίους ἥκων ἢ αὐτὸς ὑπʼ ἐκείνων ἀποθανεῖσθαι ἢ κατακανεῖν κατακανεῖν] Cobetus: κατακάνειν ἐκείνους; ἥδιον δʼ ἀκούειν ὅτι ἀπέθανε καὶ ἑαυτῆς καὶ τῆς πόλεως ἀξίως καὶ τῶν προγόνων, ἢ εἰ ἔζη τὸν ἅπαντα χρόνον κακὸς ὤν.
Δαματρίας
4.1
Δαματρία τὸν υἱὸν δειλὸν καὶ ἀνάξιον ἑαυτῆς ἀκούσασα, παραγενόμενον ἀνεῖλε τὸ δʼ ἐπίγραμμα ἐπʼ αὐτῆς τόδε τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ, Anthol. Pal. VII 433 ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον.
Λακαινῶν ἀδήλων
5.1
ἑτέρα Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα λιποτακτήσαντα *: λειποτακτήσαντα ὡς ἀνάξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα οὐκ ἐμὸν τὸ φίτυμα ἐφʼ ἧς τὸ ἐπίγραμμα τόδε ἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος Εὐρώτας δειλαῖς μηδʼ ἐλάφοισι ῥέοι. Anthol. Pal. VII 433 ἀχρεῖον σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθʼ ᾍδαν, ἔρρε· τὸ μὴ Σπάρτας ἄξιον οὐδʼ ἔτεκον.
5.2
ἄλλη ἀκούσασα τὸν υἱὸν ἐν παρατάξει πεσόντα ἔφη δειλοὶ κλαιέσθωσαν· ἐγὼ δέ σε, τέκνον, ἄδακρυς καὶ ἱλαρὰ θάπτω τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.
5.3
ἀκούσασά τις τὸν υἱὸν σεσῳσμένον καὶ πεφευγότα ἐκ τῶν πολεμίων, γράφει αὐτῷ κακὰ φάμα τευ κακκέχυται· ἢ ταύταν νῦν ἔκνιψαι ἢ μὴ ἔσο.
5.4
ἄλλη, τῶν υἱῶν φυγόντων ἐκ μάχης καὶ παραγενομένων ὡς αὐτήν, ποῖ ποῖ *: ποῦ φησὶν ἥκετε δραπετεύσαντες, κακὰ ἀνδράποδα; ἢ δεῦρο ὅθεν ἐξέδυτε καταδυσόμενοι; ἀνασυραμένη καὶ ἐπιδείξασα αὐτοῖς τὴν κοιλίαν.
5.5
προσάγοντά τις τὸν υἱὸν θεασαμένη ἐπύθετο τί πράσσει ἡ πατρίς· εἰπόντος δὲ πάντες ἀπολώλασι, κεραμίδα ἄρασα ἐπαφῆκεν αὐτῷ καὶ ἀνεῖλεν, εἰποῦσα σὲ οὖν κακάγγελον ἔπεμψαν ἡμῖν;
5.6
διηγουμένου τινὸς τῇ μητρὶ γενναῖον θάνατον τοῦ ἀδελφοῦ, εἶτʼ οὐκ αἰσχρόν εἶπε τῆς τοιαύτης συνοδίας ἀποτυχεῖν;
5.7
ἐκπέμψασά τις τοὺς υἱοὺς αὑτῆς πέντε ὄντας ἐπὶ πόλεμον, ἐν τοῖς προαστείοις εἱστήκει καραδοκοῦσα τί ἐκ τῆς μάχης ἀποβήσοιτο· ὡς δὲ παραγενόμενός τις πυθομένῃ ἀπήγγειλε τοὺς παῖδας ἅπαντας τετελευτηκέναι, ἀλλʼ οὐ τοῦτο ἐπυθόμην εἶπε κακὸν ἀνδράποδον, ἀλλὰ τί πράσσει ἡ πατρίς. φήσαντος δὲ ὅτι νικᾷ, ἀσμένη τοίνυν εἶπε δέχομαι καὶ τὸν τῶν παίδων θάνατον