15
ἀλλʼ οὐδὲ τούτοις ὁ τύραννος ἐκάμπτετο, πολλοὺς δʼ ἀνῄρει καὶ πλείονας ἐφυγάδευεν ὀκτακόσιοι γοῦν λέγονται καταφυγεῖν εἰς εἰς van Herwerden: ἐπʼ. Αἰτωλοὺς δεόμενοι τὰς γυναῖκας αὑτοῖς καὶ τὰ νήπια τῶν τέκνων κομίσασθαι παρὰ τοῦ τυράννου. ὀλίγῳ δʼ ὕστερον αὐτὸς ἐκήρυξε τὰς βουλομένας γυναῖκας ἀπιέναι πρὸς τοὺς ἄνδρας, ὅσον βούλονται τῶν γυναικείων χρημάτων ἐπιφερομένας. ἐπεὶ δὲ πάσας ᾔσθετο μεθʼ ἡδονῆς τὸ κήρυγμα δεδεγμένας ἐγένοντο γὰρ ὑπὲρ ἑξακοσίας ὑπὲρ ἑξακοσίας Bernardakis: ὑπὲρ ἑξακόσιαι. τὸ πλῆθος, ἐκέλευσεν ἀθρόας ἡμέρᾳ ῥητῇ βαδίζειν, ὡς τὴν ἀσφάλειαν αὐτὸς παρέξων. ἐνστάσης δὲ τῆς ἡμέρας, αἱ μὲν ἐπὶ τὰς πύλας ἠθροίζοντο τὰ χρήματα συσκευασάμεναι, καὶ τῶν τέκνων τὰ μὲν ἐν ταῖς ἀγκάλαις φέρουσαι τὰ δʼ ἐπὶ τῶν ἁμαξῶν ἔχουσαι, καὶ περιέμενον ἀλλήλας· ἄφνω δὲ πολλοὶ τῶν τοῦ τυράννου ἐπεφέροντο, ἐπεφέροντο] ἐπεφαίνοντο Cobet. μένειν βοῶντες ἔτι πόρρωθεν. ὡς δʼ ἐγγὺς ἐγένοντο, τὰς μὲν γυναῖκας ἐκέλευον ἀναχωρεῖν ὀπίσω, τὰ δὲ ζεύγη καὶ τὰς ἁμάξας ὑποστρέψαντες ἔωσαν εἰς αὐτὰς καὶ διὰ μέσων ἀφειδῶς διήλαυνον, οὔτʼ ἀκολουθεῖν οὔτε μένειν ἐῶντες οὔτε τοῖς νηπίοις βοηθεῖν ἀπολλυμένοις τὰ μὲν γὰρ ἐκπίπτοντα τῶν ἁμαξῶν τὰ δʼ ὑποπίπτοντα διεφθείροντο, διεφθείροντο] διεφθείρετο Dinse, wrongly. βοῇ καὶ μάστιξιν ὥσπερ πρόβατα τῶν μισθοφόρων ἐπειγόντων ἀνατρεπομένας ὑπʼ ἀλλήλων, ἕως εἰς τὸ δεσμωτήριον ἐνέβαλον ἁπάσας, τὰ δὲ χρήματα πρὸς τὸν Ἀριστότιμον ἀπεκομίσθη.
15
χαλεπῶς δὲ τῶν Ἠλείων ἐπὶ τούτοις ἐχόντων, αἱ περὶ τὸν Διόνυσον ἱεραὶ γυναῖκες, ἃς ἑκκαίδεκα καλοῦσιν, ἱκετηρίας καὶ στέμματα τῶν ἀπὸ τοῦ θεοῦ λαβοῦσαι περὶ τὴν ἀγορὰν ἀπήντησαν τῷ Ἀριστοτίμῳ, καὶ τῶν δορυφόρων ὑπʼ αἰδοῦς διαστάντων, ἔστησαν τὸ πρῶτον σιωπῇ ὁσίως ὁσίως] καὶ ὁσίως Schellens. προϊσχόμεναι τὰς ἱκετηρίας. ἐπεὶ δʼ ἐγένοντο φανεραὶ δεόμεναι καὶ παραιτούμεναι τὴν ὀργὴν ὑπὲρ τῶν γυναικῶν, παροξυνθεὶς πρὸς τοὺς δορυφόρους καὶ κεκραγὼς ὅτι προσελθεῖν εἴασαν αὐτὰς ἐποίησε τὰς μὲν ὠθοῦντας τὰς δὲ τύπτοντας ἐξελάσαι ἐκ τῆς ἀγορᾶς, ἑκάστην δὲ δυσὶ ταλάντοις ἐζημίωσε.