Thesauros Edebiyat biography Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί Plutarch
15 γενομένων δὲ τούτων, ἐν μὲν τῇ πόλει συνέστησε πρᾶξιν ἐπὶ τὸν τύραννον Ἑλλάνικος, ἀνὴρ διὰ γῆρας ἤδη καὶ δύο τέκνων θάνατον ὡς οὐδὲν ἂν πράξας ὑπὸ τοῦ τυράννου περιορώμενος. ἐκ δʼ Αἰτωλίας διαπεράσαντες οἱ φυγάδες καταλαμβάνουσι τῆς χώρας ἐπιτήδειον ἐμπολεμεῖν ἔρυμα τὴν Ἀμυμώνην, καὶ συχνοὺς προσεδέχοντο τῶν πολιτῶν ἐκ τῆς Ἤλιδος ἀποδιδράσκοντας. ταῦτα δὲ δείσας ὁ Ἀριστότιμος εἰσῆλθε πρὸς τὰς γυναῖκας, καὶ νομίζων φόβῳ μᾶλλον ἢ χάριτι διαπράξεσθαι προσέταττε πέμπειν καὶ γράφειν αὐτὰς τοῖς ἀνδράσιν ὅπως ἀπίωσιν ἐκ τῆς χώρας· εἰ δὲ μή, κατασφάξειν ἠπείλει πάσας αἰκισάμενος καὶ προανελὼν τοὺς παῖδας. αἱ μὲν οὖν ἄλλαι, πολὺν χρόνον ἐφεστῶτος καὶ κελεύοντος εἰπεῖν εἴ τι πράξουσι τούτων, οὐδὲν ἀπεκρίναντο πρὸς ἐκεῖνον, ἀλλὰ προσέβλεψαν ἀλλήλαις σιωπῇ καὶ διένευσαν, διένευσαν Wyttenbach: διʼ εὔνοιαν. ἀνθομολογούμεναι τὸ μὴ δεδιέναι μηδʼ ἐκπεπλῆχθαι τὴν ἀπειλήν. Μεγιστὼ δʼ ἡ Τιμολέοντος γυνὴ καὶ διὰ τὸν ἄνδρα καὶ τὴν ἀρετὴν ἡγεμονικὴν ἔχουσα τάξιν, διαναστῆναι μὲν οὐκ ἠξίωσεν οὐδʼ εἴασε τὰς ἄλλας· καθεζομένη δʼ ἀπεκρίνατο πρὸς αὐτόν, εἰ μὲν ἦς ἀνὴρ φρόνιμος, οὐκ ἂν διελέγου γυναιξὶ περὶ ἀνδρῶν, ἀλλὰ πρὸς ἐκείνους ἂν ὡς κυρίους ἡμῶν ἔπεμπες, ἀμείνονας λόγους εὑρὼν ἢ διʼ ὧν ἡμᾶς ἐξηπάτησας· εἰ δʼ αὐτὸς ἐκείνους πεῖσαι ἀπεγνωκὼς διʼ ἡμῶν ἐπιχειρεῖς παραλογίζεσθαι, μήθʼ ἡμᾶς ἔλπιζε πάλιν ἐξαπατήσειν μήτʼ ἐκεῖνοι κακῶς οὕτω φρονήσειαν, ὥστε φειδόμενοι παιδαρίων καὶ γυναικῶν γυναικῶν] γυναίων S. A. Naber, wrongly. ἐγκαταλιπεῖν τὴν τῆς πατρίδος ἐλευθερίαν· οὐ γὰρ τοσοῦτο κακὸν αὐτοῖς ἡμᾶς ἀπολέσαι μηδὲ νῦν ἔχοντας, ὅσον ἀγαθὸν ἐξελέσθαι τῆς σῆς ὠμότητος καὶ ὕβρεως τοὺς πολίτας.
15 ταῦτα τῆς Μεγιστοῦς λεγούσης, οὐκ ἀνασχόμενος ὁ Ἀριστότιμος ἐκέλευσε τὸ παιδίον αὐτῆς ὡς ἀποκτενῶν ἐν ὄψει κομισθῆναι. ζητούντων δὲ τῶν ὑπηρετῶν ἀναμεμιγμένον ἐν τοῖς ἄλλοις παίζουσι καὶ διαπαλαίουσιν, ἡ μήτηρ ὀνομαστὶ προσκαλεσαμένη, δεῦρο, ἔφη, τέκνον, πρὶν αἰσθέσθαι καὶ φρονεῖν ἀπαλλάγηθι τῆς πικρᾶς τυραννίδος· ὡς ἐμοὶ βαρύτερόν ἐστι δουλεύοντὰ σε παρʼ ἀξίαν ἐφορᾶν ἢ ἀποθνήσκοντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi