19
τοιαῦτα τὴν Ἀρεταφίλαν ἀπολογουμένην ἔδοξε τῷ Νικοκράτει βασανίσαι καὶ τῆς Καλβίας ἐφεστώσης ἀτέγκτου καὶ ἀπαραιτήτου, ταῖς βασάνοις ἀνέκρινε· καὶ διεφύλαττεν αὑτὴν ἀήττητον ἐν ταῖς ἀνάγκαις ἄχρι καὶ τὴν Καλβίαν ἀποκαμεῖν ἄκουσαν. ἄκουσαν] κακοῦσαν S. A. Naber, wrongly as ἀνέκρινε (just above) shows. ὁ δὲ Νικοκράτης ἀφῆκε πεισθεὶς καὶ μετενόει βασανίσας· καὶ χρόνον οὐ πολὺν διαλιπὼν αὖθις ἧκεν ὑπὸ τοῦ πάθους εἰς αὐτὴν φερόμενος, καὶ συνῆν αὖθις ἀναλαμβάνων τιμαῖς καὶ φιλοφροσύναις τὴν εὔνοιαν. ἡ δʼ οὐκ ἔμελλε χάριτος ἡττᾶσθαι κρατήσασα βασάνων καὶ πόνων, ἀλλὰ τῷ φιλοκάλῳ φιλονικίας φιλονικίας F.C.B.: φιλονεικίας. προσγενομένης ἑτέρας ἥπτετο μηχανῆς.