Thesauros Edebiyat biography Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί Plutarch
24 ἐπεὶ γὰρ ἐκράτησε Θηβαίων Ἀλέξανδρος, ἄλλοι δʼ ἄλλα τῆς πόλεως ἐπόρθουν ἐπιόντες, ἔτυχε τὴν Τιμοκλείας οἰκίαν καταλαβὼν ἄνθρωπος οὐκ ἐπιεικὴς οὐδʼ ἥμερος ἀλλʼ ὑβριστὴς καὶ ἀνόητος ἦρχε δὲ Θρᾳκίου τινὸς ἴλης ἴλης Xylander: εἴλης. καὶ ὁμώνυμος ἦν τοῦ βασιλέως οὐδὲν δʼ ὅμοιος. οὔτε γὰρ τὸ γένος οὔτε τὸν βίον αἰδεσθεὶς τῆς γυναικός, ὡς ἐνέπλησεν ἑαυτὸν οἴνου, μετὰ δεῖπνον ἐκάλει συναναπαυσομένην. καὶ τοῦτο τοῦτο Meziriacus: τούτου. πέρας οὐκ ἦν ἀλλὰ καὶ χρυσὸν ἐζήτει καὶ ἄργυρον, εἴ τις εἴη κεκρυμμένος ὑπʼ αὐτῆς, τὰ μὲν ὡς ἀπολῶν τὰ δʼ ὡς ἕξων διὰ παντὸς ἐν τάξει γυναικός. ἡ δὲ δεξαμένη λαβὴν αὐτοῦ διδόντος, ὤφελον μέν, εἶπε, τεθνάναι πρὸ ταύτης ἐγὼ τῆς νυκτὸς ἢ ζῆν, ἵνα ἵνα added by F.C.B. τὸ γοῦν σῶμα πάντων ἀπολλυμένων ἀπολλυμένων] ἀπολομένων Cobet. ἀπείρατον ὕβρεως διεφύλαξα διεφύλαξα] διαφυλάξαι most mss.: διαφυλάξασα Meziriacus. πεπραγμένων δʼ οὕτως, εἴ σε κηδεμόνα καὶ δεσπότην καὶ ἄνδρα δεῖ νομίζειν ἐν, τοῦ δαίμονος διδόντος, οὐκ ἀποστερήσω σε τῶν σῶν ἐμαυτὴν γάρ ὅ τι βουλήσῃ ὁρῶ γεγενημένην. ἐμοὶ περὶ σῶμα κόσμος ἦν καὶ ἄργυρος ἐν ἐκπώμασιν, ἦν τι καὶ χρυσοῦ καὶ νομίσματος. ὡς δʼ ἡ πόλις ἡλίσκετο, πάντα συλλαβεῖν κελεύσασα τὰς θεραπαινίδας ἔρριψα, μᾶλλον δὲ κατεθέμην εἰς φρέαρ ὕδωρ οὐκ ἔχον οὐδʼ ἴσασιν αὐτὸ πολλοί· πῶμα γὰρ ἔπεστι καὶ κύκλῳ περιπέφυκεν ὕλη σύσκιος. ταῦτα σὺ μὲν εὐτυχοίης λαβών, ἐμοὶ δʼ ἔσται πρός σε μαρτύρια καὶ γνωρίσματα τῆς περὶ τὸν οἶκον εὐτυχίας καὶ λαμπρότητος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi