26
οὐχ ἧττον δʼ ἄν τις ἀγάσαιτο τὴν Κυμαίαν Ξενοκρίτην ἐπὶ τοῖς πραχθεῖσι περὶ Ἀριστόδημον τὸν τύραννον, ᾧ τινες Μαλακὸν ἐπίκλησιν οἴονται γεγονέναι, τὸ ἀληθὲς τὸ ἀληθὲς] Bernardakis, in sudden access of virtue, would write τἀληθὲς; but cf. 229 a in his text. ἀγνοοῦντες. ἐπεκλήθη γὰρ ὑπὸ τῶν βαρβάρων Μαλακός, ὅπερ ἐστὶν ἀντίπαις, ὅτι μειράκιον ὢν παντάπασι μετὰ τῶν ἡλίκων ἔτι κομώντων οὓς κορωνιστὰς ὡς ἔοικεν ἀπὸ τῆς κόμης ὠνόμαζον ἐν τοῖς πρὸς τοὺς βαρβάρους πολέμοις ἐπιφανὴς ἦν καὶ λαμπρὸς οὐ τόλμῃ μόνον οὐδὲ χειρὸς ἔργοις, ἀλλὰ καὶ συνέσει καὶ προνοίᾳ φανεὶς περιττός. ὅθεν εἰς τὰς μεγίστας προῆλθεν ἀρχὰς θαυμαζόμενος ὑπὸ τῶν πολιτῶν, καὶ Ῥωμαίοις ἐπικουρίαν ἄγων ἐπέμφθη πολεμουμένοις ὑπὸ τῶν Τυρρηνῶν Ταρκύνιον Σούπερβον ἐπὶ τὴν βασιλείαν καταγόντων. ἐν ταύτῃ δὲ τῇ στρατείᾳ στρατείᾳ Bernardakis: στρατιᾷ. μακρᾷ γενομένῃ πάντῃ πρὸς χάριν ἐνδιδοὺς τοῖς στρατευομένοις τῶν πολιτῶν καὶ δημαγωγῶν μᾶλλον ἢ στρατηγῶν ἔπεισεν αὐτοὺς συνεπιθέσθαι τῇ βουλῇ καὶ συνεκβαλεῖν τοὺς ἀρίστους καὶ δυνατωτάτους. ἐκ δὲ τούτου γενόμενος τύραννος ἦν μὲν ἐν ταῖς περὶ γυναῖκας καὶ παῖδας ἐλευθέρους ἀδικίαις αὐτὸς ἑαυτοῦ μοχθηρότερος. μοχθηρότερος van Herwerden: μοχθηρότατος. ἱστόρηται γὰρ ὅτι τοὺς μὲν ἄρρενας παῖδας ἤσκει κομᾶν κομᾶν Meziriacus: κόμαις. καὶ χρυσοφορεῖν, τὰς δὲ θηλείας ἠνάγκαζε περιτρόχαλα κείρεσθαι καὶ φορεῖν ἐφηβικὰς χλαμύδας καὶ τῶν ἀνακώλων χιτωνίσκων. οὐ μὴν ἀλλʼ ἐξαιρέτως ἐρασθεὶς τῆς Ξενοκρίτης εἶχεν αὐτὴν φυγάδος οὖσαν πατρός, οὐ καταγαγὼν οὐδὲ πείσας ἐκεῖνον, ἀλλʼ ὁπωσοῦν ἡγούμενος ἀγαπᾶν συνοῦσαν αὐτῷ τὴν κόρην, ἅτε δὴ ζηλουμένην καὶ μακαριζομένην ὑπὸ τῶν πολιτῶν. τὴν δὲ ταῦτα μὲν οὐκ ἐξέπληττεν ἀχθομένη δʼ ἐπὶ τῷ συνοικεῖν ἀνέκδοτος καὶ ἀνέγγυος οὐδὲν οὐδὲν] οὐδενὸς E. Kurtz. ἧττον ἐπόθει τῶν μισουμένων ὑπὸ τοῦ τυράννου τὴν τῆς πατρίδος ἐλευθερίαν.