Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
25 ἢ καὶ τὸ τοῦ Θεμιστοκλέους ἔχει λόγον, ἐρίσαι ποτὲ τὴν ὑστεραίαν πρὸς τὴν ἑορτήν, ἐκείνης μὲν ἀσχολίαν καὶ κόπον ἐχούσης πολύν, αὐτὴν δὲ παρέχουσαν αὐτὴν δὲ παρέχουσαν Bernardakis: αὐτὴ δὲ παρέχουσα. μετὰ σχολῆς καὶ ἡσυχίας ἀπολαῦσαι τῶν παρεσκευασμένων πρὸς τὴν ἑορτὴν ἀποκρίνασθαι ἀποκίνασθαι Aldine edition: ἀποκρίωεσθαι. δὲ πρὸς ταῦτα τὴν ἑορτὴν ἀληθῆ λέγεις, ἀλλʼ ἐμοῦ μὴ γενομένης οὐδʼ ἂν σὺ ἦσθα ἦσθα 320 F, infra, and Life of Themistocles: ἦς. ; ταῦτα δʼ ὁ Θεμιστοκλῆς πρὸς τοὺς αὖθις ἔλεγε στρατηγοὺς τῶν Ἀθηναίων ὡς οὐκ ἂν οὐδαμοῦ φανέντας, εἰ μὴ τὴν πόλιν αὐτὸς ἔσῳσεν.
25 ἐπεὶ τοίνυν πᾶσα μὲν ἀξία σπουδῆς ἀποδημία καὶ πρᾶξις οἰκονομίας δεῖται καὶ παρασκευῆς, Ῥωμαῖοι δὲ τὸ παλαιὸν ἐν ταῖς ἑορταῖς οὐδὲν ᾠκονόμουν οὐδʼ ἐφρόντιζον ἀλλʼ ἢ περὶ τοὺς θεοὺς ἠσχολοῦντο καὶ τοῦτʼ ἔπραττον, ὥσπερ ἔτι νῦν προκηρύττουσιν οἱ ἱερεῖς ἐπὶ τὰς θυσίας βαδίζοντες, εἰκότως εὐθὺς οὐκ ἐξεδήμουν μετὰ τὰς ἑορτὰς οὐδʼ ἔπραττον ἀπαράσκευοι γὰρ ἦσαν, ἀλλʼ ἐκφροντίζοντες οἴκοι καὶ παρασκευαζόμενοι τὴν ἡμέραν ἐκείνην διετέλουν.
25 ἢ καθάπερ ἔτι νῦν προσευξάμενοι καὶ προσκυνήσαντες ἐν τοῖς ἱεροῖς ἐπιμένειν καὶ καθίζειν εἰώθασιν, οὕτως οὐκ εὐθὺς ἐπέβαλλον ταῖς ἱεραῖς ἡμέραις τὰς ἐνεργούς, ἀλλʼ ἐποίουν τι διάλειμμα καὶ διάστημα, πολλὰ τῶν πραγμάτων δυσχερῆ καὶ ἀβούλητα φερόντων;
26 διὰ τί λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν αἱ γυναῖκες ἱμάτια καὶ λευκοὺς κεκρυφάλους;
26 πότερον ὡς τοὺς μάγους φασὶν πρὸς τὸν Ἅιδην καὶ τὸ σκότος ἀντιταττομένους, τῷ δὲ φωτεινῷ καὶ λαμπρῷ συνεξομοιοῦντας ἑαυτοὺς τοῦτο ποιεῖν;
26 ἤ, καθάπερ τὸ σῶμα τοῦ τεθνηκότος ἀμφιεννύουσι λευκοῖς, καὶ τοὺς προσήκοντας ἀξιοῦσι; τὸ δὲ σῶμα κοσμοῦσιν οὕτως, ἐπεὶ μὴ δύνανται τὴν ψυχήν· βούλονται δʼ ἐκείνην λαμπρὰν καὶ καθαρὰν προπέμπειν, ὡς ἀφειμένην ἤδη καὶ διηγωνισμένην μέγαν ἀγῶνα καὶ ποικίλον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi