Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
37 διὰ τί τῶν τοῖς θεοῖς ἀνατιθεμένων μόνα τὰ σκῦλα νενόμισται περιορᾶν ἀφανιζόμενα τῷ χρόνῳ, καὶ μήτε προσκυνεῖν προσκυνεῖν] προσκαινοῦν vel προσκονιᾶν W. Sanum vid. μήτʼ ἐπισκευάζειν; πότερον ἵνα τὴν δόξαν οἰόμενοι τοῖς πρώτοις συνεκλιπεῖν ἀεί τι πρόσφατον ὑπόμνημα τῆς ἀρετῆς ζητῶσι κομίζειν , ἢ μᾶλλον ὅτι τοῦ χρόνου τὰ σημεῖα τῆς πρὸς τοὺς πολεμίους διαφορᾶς ἀμαυροῦντος, αὐτοὺς ἀναλαμβάνειν καὶ καινοποιεῖν ἐπίφθονόν ἐστι καὶ φιλαπέχθημον; φιλαπεχθῆμον *: φιλαπεχθῆμον οὐδὲ γὰρ παρʼ Ἕλλησιν οἱ πρῶτοι λίθινον καὶ χαλκοῦν στήσαντες τρόπαιον εὐδοκιμοῦσι.
38 διὰ τί Κόιντος Μέτελλος ἀρχιερεὺς γενόμενος καὶ τἄλλα δοκῶν φρόνιμος εἶναι καὶ πολιτικὸς ἀνὴρ ἐκώλυεν οἰωνίζεσθαι μετὰ τὸν Σεξτίλιον μῆνα τὸν νῦν Αὔγουστον προσαγορευόμενον; πότερον ὅτι καθάπερ ἡμέρας ἀκμαζούσης ἢ ἀρχομένης πράττομεν τὰ τοιαῦτα καὶ μηνὸς ἱσταμένου καὶ αὐξομένου, τὰς δʼ ἀποκλίτους ὡς ἀχρηματίστους φυλαττόμεθα· παραπλησίως τὸν μετὰ μῆνας ὀκτὼ χρόνον ὥσπερ ἑσπέραν τινὰ τοῦ ἐνιαυτοῦ καὶ δείλην ἀποκλίνοντος ἤδη καὶ φθίνοντος νομίζειν· νομίζειν] add. δεῖ M ἢ καὶ τοῖς ὄρνισι χρηστέον ἀκμαίοις καὶ τελείοις; εἰσὶ δὲ πρὸ τοῦ θέρους τοιοῦτοι· περὶ δὲ τὸ φθινόπωρον οἱ μὲν ἀσθενεῖς καὶ νοσώδεις, οἱ δὲ νεοσσοὶ καὶ ἀτελεῖς, οἱ δὲ παντάπασι φροῦδοι διὰ τὴν ὥραν ἐκτοπίζοντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi