39
διὰ τί τοῖς μὴ στρατευομένοις μὲν ἐν στρατοπέδῳ δʼ ἄλλως ἀναστρεφομένοις οὐκ ἐξῆν ἄνδρα βαλεῖν πολέμιον οὐδὲ τρῶσαι; καὶ τοῦτο Κάτων Κάτων] cf. Cic. de Off. I 11 ὁ πρεσβύτης ἐν ἐπιστολῇ τινι δεδήλωκε, γράφων πρὸς τὸν υἱὸν καὶ κελεύων, εἰ παρεθείη τῆς στρατείας ἀποπληρώσας τὸν χρόνον, ὑποστρέφειν· ἢ προσμένοντα λαβεῖν παρὰ τοῦ στρατηγοῦ τὸ ἐξεῖναι τρῶσαι καὶ ἀνελεῖν πολέμιον. πότερον ὅτι τὴν ἀνάγκην μόνην ἐξουσίαν εἶναι δεῖ τοῦ ἀνελεῖν ἄνθρωπον, ὁ δʼ ἄνευ νόμου καὶ προστάγματος τοῦτο ποιῶν ἀνδροφόνος ἐστὶ (διὸ καὶ Χρυσάνταν Χρυσάνταν] Xen. Cyrop. IV 1, 3 ἐπῄνεσεν ὁ Κῦρος, ὅτι μέλλων ἀναιρεῖν πολέμιον καὶ τὴν κοπίδα διηρμένος, ἀκούσας τὸ ἀνακλητικὸν ἀφῆκε τὸν ἄνδρα καὶ οὐκ ἔπαισεν ὡς κεκωλυμένος)· ἢ δεῖ τὸν συνιστάμενον πολεμίοις καὶ μαχόμενον, ἂν ἀποδειλιάσῃ, μὴ ἀνυπεύθυνον εἶναι μηδʼ ἀθῷον; οὐ γὰρ οὕτω βαλών τινα καὶ τρώσας ὠφέλησεν, ὡς φυγὼν καὶ ἀναχωρήσας ἔβλαψεν. ὁ μὲν οὖν ἀφειμένος στρατείας ἀπήλλακται τῶν στρατιωτικῶν νόμων· ὁ δʼ αἰτησάμενος τὸ πράττειν τὰ τῶν στρατευομένων πάλιν ἑαυτὸν ὑπεύθυνον τῷ νόμῳ καὶ τῷ στρατηγῷ δέδωκεν.