Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
41 ἑτέρῳ δʼ ἐχρήσαντο νομίσματι βοῦν ἔχοντι καὶ πρόβατον καὶ ὗν παράσημον, εὐποροῦντες ἀπὸ τῶν θρεμμάτων μάλιστα καὶ τὴν περιουσίαν ἀπὸ τούτων ἔχοντες· διὸ καὶ τῶν ὀνομάτων πολλὰ τοῖς παλαιοῖς, Συίλλιοι Συίλλιοι Xylander (cf. Life of Publicola, chap. xi.): Συέλλιοι. καὶ Βουβολκοὶ καὶ Πόρκιοι ἦσαν, ὡς Φενεστέλλας Φενεστέλλας the proper speeling: φαινεστέλλας εἴρηκεν.
42 διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμιείῳ ταμιείῳ, the regular form: ταμείῳ. τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ τῶν συμβολαίων;
42 πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδʼ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην;
42 ἢ ὅτι καρπῶν εὑρετὴς εὑρετὴς several mss., as Bücheler had conjectured (cf. 956 A); ἁγέτης Abresch: ἀρετῆς. καὶ καὶ H. Richards: ἤ. γεωργίας ἡγεμὼν ὁ θεός; ἡ γὰρ ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν Ἀντίμαχος Ἡσιόδῳ πειθόμενος λέχρις λέχρις Xylander: λέχριε. δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο. καρπῶν δʼ ἀφθονία καὶ διάθεσις γένεσίς ἐστι νομίσματος·· διὸ τὸν αἴτιον καὶ φύλακα ποιοῦνται τῆς εὐδαιμονίας. μαρτυρεῖ δὲ τούτῳ τὸ τὰς ἀγομένας διʼ ἐννέα ἡμερῶν ἐπʼ ἀγορὰν συνόδους, νουνδίνας δὲ καλουμένας, ἱερὰς τοῦ Κρόνου νομίζεσθαι· πράσεως γὰρ καὶ ὠνῆς περιουσία καρπῶν ἀρχὴν παρέσχεν.
42 ἤ ταῦτα μέν ἐστι παλαιά, πρῶτος δὲ ταμιεῖον ἀπέδειξε τὸ Κρόνιον, τῶν βασιλέων καταλυθέντων, Οὐαλέριος Ποπλικόλας πειθόμενος εὐερκῆ καὶ καταφανῆ καὶ δυσεπιβούλευτον εἶναι τὸν τόπον;
43 διὰ τί δʼ οἱ πρεσβεύοντες εἰς Ῥώμην ὁποθενοῦν ἐπὶ τὸν τοῦ Κρόνου ναὸν βαδίζοντες ἀπογράφονται πρὸς τοὺς ἐπάρχους τοῦ ταμιείου;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi