Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
5 ὁ μὲν γὰρ Βάρρων αἰτίαν μυθικὴν ὅλως ἀποδίδωσι. φησὶ γάρ, ἐν τῷ περὶ Σικελίαν πολέμῳ ναυμαχίας μεγάλης γενομένης καὶ κατὰ πολλῶν φήμης οὐκ ἀληθοῦς ὡς ἀπολωλότων ῥυείσης, ἐπανελθόντας αὐτοὺς ὀλίγῳ χρόνῳ πάντας τελευτῆσαι, ἑνὶ δʼ εἰσιόντι τὰς θύρας ἀπαντῆσαι κλειομένας ἀπʼ αὐτομάτου καὶ μὴ χαλᾶν ἐπιχειροῦντος ἐπιχειροῦντος Helmbold: ἐπιχειρούντων. ἀνοίγειν. τὸν δʼ ἄνθρωπον αὐτοῦ καταδαρθόντα πρὸ τῶν θυρῶν ἰδεῖν κατὰ τοὺς ὕπνους ὄψιν ὑφηγουμένην αὐτῷ τὴν ὑπὲρ τὸ τέγος εἰς τὴν οἰκίαν καθίμησιν· ποιήσαντα δʼ οὕτως εὐτυχῆ γενέσθαι καὶ γηραιόν· ἐκ δὲ τούτου τὸ ἔθος καταστῆναι τοῖς ὕστερον.
5 ὅρα δὲ μὴ καὶ ταῦτα τρόπον τινὰ τοῖς Ἑλληνικοῖς ἔοικεν· οὐ γὰρ ἐνόμιζον ἁγνοὺς οὐδὲ κατεμείγνυσαν ἑαυτοῖς οὐδʼ εἴων ἱεροῖς πλησιάζειν, οἷς ἐκφορὰ γεγόνει καὶ τάφος ὡς τεθνηκόσι. λέγεται δέ τινα τῶν ἐνόχων ταύτῃ τῇ δεισιδαιμονίᾳ γεγονότων Ἀριστῖνον εἰς Δελφοὺς ἀποστείλαντα δεῖσθαι τοῦ θεοῦ καὶ παραιτεῖσθαι τὰς παρούσας αὐτῷ διὰ τὸν νόμον ἀπορίας τὴν δὲ Πυθίαν εἰπεῖν ὅσσαπερ ἐν λεχέεσσι γυνὴ τίκτουσα τελεῖται, ταῦτα πάλιν τελέσαντα θύειν μακάρεσσι θεοῖσιν. τὸν οὖν Ἀριστῖνον φρονήσαντα παρασχεῖν ἑαυτὸν ὥσπερ ἐξ ἀρχῆς τικτόμενον ταῖς γυναιξὶν ἀπολοῦσαι καὶ σπαργανῶσαι καὶ θηλὴν ἐπισχεῖν, οὕτω τε δρᾶν καὶ τοὺς ἄλλους ἅπαντας, ὑστεροπότμους προσαγορευομένους. ἔνιοι δὲ καὶ πρὸ τοῦ Ἀριστίνου ταῦτα γενέσθαι περὶ τοὺς ὑστεροπότμους καὶ τὸ ἔθος εἶναι παλαιόν. οὐδὲν οὖν θαυμαστὸν εἰ καὶ Ῥωμαῖοι τοῖς τοῖς] all mss except E have τότε. δοκοῦσιν ἅπαξ τεθάφθαι καὶ γεγονέναι τῆς τῶν φθιτῶν μερίδος οὐκ ᾤοντο δεῖν παριέναι τὴν αὔλειον, ᾗ θύσοντες ἐξίασι καὶ θύσαντες εἰσίασιν, ἀλλʼ ἄνωθεν ἐκέλευον εἰς τὰ ὕπαιθρα καταβαίνειν ἐκ τοῦ περιέχοντος· καὶ γάρ τοὺς καθαρμοὺς ἐπιεικῶς πάντας ἐν ὑπαίθρῳ τελοῦσιν.
6 διὰ τί τοὺς συγγενεῖς τῷ στόματι φιλοῦσιν αἱ γυναῖκες;
6 πότερον, ὡς οἱ πλεῖστοι νομίζουσιν, ἀπειρημένον ἦν πίνειν οἶνον ταῖς γυναιξίν· ὅπως οὖν αἱ πιοῦσαι μὴ λανθάνωσιν ἀλλʼ ἐλέγχωνται περιτυγχάνουσαι τοῖς οἰκείοις, ἐνομίσθη καταφιλεῖν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi