62
διὰ τί τῶν λεγομένων Φιτιαλέων, Φιταλέων Bernardakis: φιδαλέων (-ίων E). Ἑλληνιστὶ δʼ οἷον εἰρηνοποιῶν καὶ καὶ added by H.J. Rose. σπονδοφόρων, ὁ καλούμενος πάτερ πατρᾶτος ἐνομίζετο μέγιστος; ἔστι δʼ οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσὶν ἔχει δὲ καὶ νῦν προνομίαν τινὰ καὶ πίστιν οἱ γάρ στρατηγοὶ τὰ διʼ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς δεόμενα καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενται.
62
πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας αὐτοῖς καὶ τὸ φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν· ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; βούλεται γὰρ εἶναι τὸ πατρᾶτον οἱονεὶ συμπεπερασμένον καὶ πεπερατωμένον, ὡς τελειοτέρου τῶν ἄλλων ὄντος συμβέβηκε πατέρα κεκτημένῳ πατρὶ γενέσθαι.
62
ἢ δεῖ τὸν ὅρκων καὶ εἰρήνης προιστάμενον ἅμα πρόσω καὶ ὀπίσω πρόσσω καὶ ὀπίσσω Homer, Il. i. 343, Od. xxin. 452. καθʼ Ὅμηρον ὁρᾶν; εἴη δʼ ἂν μάλιστα τοιοῦτος, ᾧ παῖς ἔστιν ὑπὲρ οὗ βουλεύεται, καὶ πατὴρ μεθʼ οὗ βουλεύεται.
63
διὰ τί τῷ καλουμένῳ ῥῆγι σακρώρουμ οὗτος δʼ ἐστὶ βασιλεὺς ἱερῶν ἀπείρηται καὶ ἄρχειν καὶ δημηγορεῖν;
63
ἢ τὸ παλαιὸν οἱ βασιλεῖς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἱερῶν ἔδρων καὶ τὰς θυσίας ἔθυον αὐτοὶ μετὰ τῶν ἱερέων; ἐπεὶ δʼ οὐκ ἐμετρίαζον ἀλλʼ ἦσαν ὑπερήφανοι καὶ βαρεῖς, τῶν μὲν Ἑλλήνων οἱ πλεῖστοι τὴν ἐξουσίαν αὐτῶν περιελόμενοι μόνον τὸ θύειν τοῖς θεοῖς ἀπέλιπον, Ῥωμαῖοι δὲ παντάπασι τοὺς βασιλεῖς ἐκβαλόντες ἄλλον ἐπὶ τὰς θυσίας ἔταξαν, οὔτʼ ἄρχειν ἐάσαντες οὔτε δημαγωγεῖν, ὅπως μόνον ἐν τοῖς ἱεροῖς βασιλεύεσθαι Βασιλεύεσθαι Wyttenbach: βουλεύεσθαι. δοκῶσι καὶ βασιλείαν διὰ τοὺς θεοὺς ὑπομένειν. ἔστι γοῦν τις ἐν ἀγορᾷ θυσία πρὸς τῷ λεγομένῳ Κομιτίῳ Κομιτίῳ Bernardakis: Κομητίῳ. πάτριος, ἣν θύσας ὁ βασιλεὺς κατὰ τάχος ἄπεισι φεύγων ἐξ ἀγορᾶς.
64
διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος;
64
πότερον αἰνιττόμενοι τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων,