Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
81 ἢ ταῦτα μὲν ἄν τις εἴποι καὶ τὰ τοιαῦτα χρώμενος εὑρησιλογίᾳ· τῆς δὲ δημαρχίας τὴν γένεσιν ἐκ τοῦ δήμου λαμβανούσης τὸ δημοτικὸν ἰσχυρόν ἐστι, καὶ μέγα τὸ μὴ μεῖζον φρονεῖν τῶν λοιπῶν ἀλλʼ ὁμοιοῦσθαι καὶ σχήματι καὶ στολῇ καὶ διαίτῃ τοῖς ἐπιτυγχάνουσι τῶν πολιτῶν. ὁ γὰρ ὄγκος ὑπάτῳ προσήκει καὶ στρατηγῷ, τὸν δὲ δήμαρχον, ὡς Γάιος Κουρίων ἔλεγε, καταπατεῖσθαι δεῖ, καὶ μὴ σεμνὸν εἶναι τῇ ὄψει μηδὲ δυσπρόσοδον μηδὲ τοῖς πολλοῖς χαλεπόν, ἀλλʼ ὑπὲρ τῶν ἄλλων ἄοκνον ἄοκνον added by F.C.B. to fill a lacuna τοῖς δὲ πολλοῖς εὐμεταχείριστον. ὅθεν οὐδʼ οἰκίας αὐτοῦ κλείεσθαι νενόμισται, θύραν, ἀλλὰ καὶ νύκτωρ ἀνέῳγε καὶ μεθʼ ἡμέραν ὥσπερ λιμὴν καὶ καταφυγὴ τοῖς δεομένοις. ὅσῳ δὲ μᾶλλον ἐκταπεινοῦται τῷ σχήματι, σχήματι Wyttenbach: σώματι. τοσούτῳ μᾶλλον αὔξεται τῇ δυνάμει. κοινὸν γὰρ αὐτὸν ἀξιοῦσι τῇ χρείᾳ καὶ πᾶσιν ἐφικτὸν ὥσπερ βωμὸν εἶναι, τῇ δὲ τιμῇ ποιοῦσιν ἱερὸν καὶ ἅγιον καὶ ἄσυλον ὅπου κἂν βαδίζων ἐν δημοσίῳ πάθῃ τι, πάθῃ τι suggested by Bernardakis: πᾶσι νόμος ἐστὶ καθαίρεσθαι καὶ ἁγνίζεσθαι τὸ σῶμα καθάπερ μεμιασμένον.
82 διὰ τί τῶν στρατηγῶν αἱ ῥάβδοι συνδεδεμέναι προσηρτημένων τῶν πελέκεων φέρονται;
82 πότερον ὅτι σύμβολόν ἐστι τοῦ μὴ δεῖν πρόχειρον εἶναι καὶ λελυμένην τὴν ὀργὴν τοῦ ἄρχοντος, ἢ διατριβὴν καὶ μέλλησιν ἐμποιοῦν τῇ ὀργῇ τὸ λύειν ἀτρέμα τὰς ῥάβδους πολλάκις ἐποίησε μεταγνῶναι περὶ τῆς κολάσεως; ἐπεὶ δὲ τῆς κακίας τὸ μὲν ἰάσιμόν ἐστι τὸ δʼ ἀνήκεστον, αἱ μὲν ῥάβδοι νουθετοῦσι τὸ μεταθέσθαι δυνάμενον, οἱ οἱ Bernardakis: αἱ δὲ πελέκεις ἀποκόπτουσι τὸ ἀνουθέτητον.
83 διὰ τί τοὺς καλουμένους Βλετονησίους βαρβάρους ὄντας ἄνθρωπον τεθυκέναι θεοῖς πυθόμενοι, μετεπέμψαντο τοὺς ἄρχοντας αὐτῶν ὡς κολάσοντες, ἐπεὶ δὲ νόμῳ τινὶ τοῦτʼ ἐφαίνοντο πεποιηκότες, ἐκείνους μὲν ἀπέλυσαν, ἐκώλυσαν δὲ πρὸς τὸ λοιπόν; αὐτοὶ δʼ οὐ πολλοῖς ἔτεσιν ἔμπροσθεν δύο μὲν ἄνδρας δύο δὲ γυναῖκας ἐν τῇ βοῶν ἀγορᾷ λεγομένῃ, τοὺς μὲν Ἕλληνας, τοὺς δὲ Γαλάτας, ζῶντας κατώρυξαν φαίνεται γὰρ ἄτοπον ταῦτα μὲν ποιεῖν αὐτούς, ἐπιτιμᾶν δὲ βαρβάροις ὡς οὐχ ὅσια ποιοῦσι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi