86
διὰ τί τοῦ Μαΐου μηνὸς οὐκ ἄγονται γυναῖκας; πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ τοῦ Ἰουνίου μηνός, ὧν τὸν μὲν Ἀφροδίτης τὸν δʼ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες προλαμβάνουσι μικρὸν ἢ περιμένουσιν ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δʼ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην. ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ τοῖς κατοιχομένοις ἐναγίζουσι; καὶ διὰ τοῦτʼ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας Μαίας *: μαϊας. cf. Festus v. Maius ἐπώνυμός ἐστιν. ἤ, καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος ἀπὸ τῆς πρεσβυτέρας, ὁ δʼ Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται; γάμῳ δʼ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν ἀλλʼ ἀλλ’ ἢ] Nauck. p. 294 ἢ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ, ἥ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται. οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν Ἰούνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον.
87
διὰ τί τῶν γαμουμένων αἰχμῇ δορατίου τὴν κόμην διακρίνουσιν; ἆρα σύμβολόν ἐστι τοῦτο τοῦ βίᾳ καὶ μετὰ πολέμου γαμηθῆναι τὰς πρώτας, ἢ μανθάνουσιν ἀνδράσι συνοικοῦσαι, μαχίμοις καὶ πολεμικοῖς ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν; ὥσπερ ὁ Λυκοῦργος ἀπὸ πρίονος καὶ πελέκεως κελεύσας τὰ θυρώματα ταῖς οἰκίαις ποιεῖν καὶ τὰς ὀροφάς, ἄλλῳ δὲ μὴ χρῆσθαι τὸ παράπαν ἐργαλείῳ, πᾶσαν ἐξέβαλε περιεργίαν καὶ πολυτέλειαν. ἢ τὴν διάστασιν αἰνίττεται τὸ γιγνόμενον, ὡς μόνῳ σιδήρῳ τοῦ γάμου διακριθησομένου; ἢ τὰ μὲν πλεῖστα τῶν γαμικῶν εἰς τὴν Ἥραν ἀνῆπτο; Ἥρας δʼ ἱερὸν τὸ δόρυ νενόμισται, καὶ τῶν ἀγαλμάτων αὐτῆς δόρατι στηρίζεται τὰ πλεῖστα καὶ Κυρῖτις ἡ θεὸς ἐπωνόμασται, τὸ γὰρ δόρυ κύριν κύριν X: κοῦριν ἐκάλουν οἱ παλαιοί· διὸ καί φασι Κυρῖνον κύριν mei codd. ὀνομασθῆναι τὸν Ἐνυάλιον.
88
διὰ τί τὸ τελούμενον εἰς θέας θέας X: θεὰς Λοῦκαρ καλοῦσιν; ἦ ὅτι πολλὰ ἔστιν ἄλση ἄλση X: ἄλλα περὶ τὴν πόλιν ἀνειμένα θεοῖς, ἃ καλοῦσι λούκους, καὶ τὴν ἀπὸ τούτων πρόσοδον εἰς τὰς θέας θέας X: θεὰς ἀνήλισκον;