101
πότερον ἐπὶ τιμῇ τῶν ἡρπασμένων γυναικῶν, ὥσπερ ἄλλα πολλά, καὶ τοῦτʼ ἐψηφίσαντο τοῖς ἐξ αὐτῶν γεννωμένοις ὑπάρχειν;
101
ἢ τὴν Ταρκυνίου τιμῶντες ἀνδραγαθίαν; λέγεται γὰρ ἔτι παῖς ὢν ἐν τῇ μάχῃ τῇ πρὸς Λατίνους ἅμα καὶ Τυρρηνοὺς ἐμβαλεῖν εἰς τοὺς πολεμίους, ἀπορρυεὶς δὲ τοῦ ἵππου καὶ τοὺς ἐπιφερομένους ἰταμῶς ὑποστὰς ἐπιρρῶσαι τοὺς Ῥωμαίους· γενομένης δὲ λαμπρᾶς τροπῆς τῶν πολεμίων καὶ μυρίων ἑξακισχιλίων ἀναιρεθέντων, τοῦτο λαβεῖν ἀριστεῖον παρὰ τοῦ πατρὸς καὶ βασιλέως.
101
ἢ τοῖς παλαιοῖς οἰκετῶν μὲν ἐρᾶν ὥραν ἐχόντων οὐκ ἦν ἄδοξον οὐδʼ αἰσχρόν, ὡς ἔτι νῦν αἱ κωμῳδίαι μαρτυροῦσιν, ἐλευθέρων δὲ παίδων ἰσχυρῶς ἀπείχοντο, ἰσχυρῶς ἀπείχοντο] παντελῶς ἀπέσχοντο in one ms. (E), and παντελῶς may well be right. καὶ ὅπως μηδὲ γυμνοῖς ἐντυχόντες ἀμφιγνοήσειαν, ἐφόρουν οἱ παῖδες τὸ παράσημον;
101
ἢ καὶ πρὸς εὐταξίαν ἐστὶ φυλακτήριον τοῦτο, καὶ τρόπον τινὰ τοῦ ἀκολάστου χαλινός, αἰσχυνομένων ἀνδροῦσθαι πρὶν ἢ τὸ παιδικὸν ἀποθέσθαι παράσημον;
101
ὅ μὲν γὰρ οἱ περὶ Βάρρωνα λέγουσιν οὐ πιθανόν ἐστι, τῆς βουλῆς βουλῆς Xylander and Meziriacus: βούλλης ὑπὸ Αἰολέων βόλλας προσαγορευομένης, τοῦτο σύμβολον εὐβουλίας περιτίθεσθαι τοὺς παῖδας.
101
ἀλλʼ ὅρα μὴ καὶ τοῦτο διὰ τὴν σελήνην φοροῦσι. τὸ γὰρ φαινόμενον σχῆμα τῆς σελήνης, ὅταν ᾖ διχόμηνος, οὐ σφαιροειδὲς ἀλλὰ φακοειδές ἐστι καὶ δισκοειδές, ὡς δʼ Ἐμπεδοκλῆς οἴεται, καὶ τὸ ὑποκείμενον.
102
διὰ τί τῶν παίδων τοῖς μὲν ἄρρεσιν ἐναταίοις, τοῖς δὲ θήλεσιν ὀγδοαίοις τὰ ὀνόματα τίθενται;
102
ἢ τὸ μὲν προτέροις τοῖς θήλεσιν αἰτίαν ἔχει τὴν φύσιν; καὶ γὰρ αὔξεται τὸ θῆλυ καὶ ἀκμάζει καὶ τελειοῦται πρότερον τοῦ ἄρρενος. τῶν δʼ ἡμερῶν τὰς μετὰ τὴν ἑβδόμην λαμβάνουσιν· ἡ γὰρ ἑβδόμη σφαλερὰ τοῖς νεογνοῖς πρός τε τἄλλα καὶ τὸν ὀμφαλόν· ἑβδομαῖος γὰρ ἀπολύεται τοῖς πλείστοις· ἕως δʼ δʼ] δ’ ἂν Bernardakis, but not necessarily required. ἀπολυθῇ, φυτῷ μᾶλλον ἢ ζῴῳ προσέοικε τὸ νήπιον.