Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
104 πότερον ὡς ἐλευθερίας πατέρα τοῖς πιοῦσι γιγνόμενον; γίγνονται γὰρ οἱ πολλοὶ θρασεῖς καὶ παρρησίας ὑποπιμπλῶνται περὶ τὰς μέθας· ἢ ὅτι τὴν λοιβὴν παρέσχεν; ἤ, ὡς Ἀλέξανδρός φησιν, ἀπὸ τοῦ περὶ περὶ] παρʼ in one ms. (E). Ἐλευθερὰς τῆς Βοιωτίας Ἐλευθερέως Διονύσου προσαγορευομένου;
105 διὰ τίνα αἰτίαν ἐν ταῖς δημοσίαις ἑορταῖς ἔθος οὐκ ἔστι γαμεῖσθαι παρθένους, αἱ δὲ χῆραι γαμοῦνται;
105 πότερον, ὡς ὁ Βάρρων εἴρηκεν, ὅτι λυπούμεναι μὲν αἱ παρθένοι γαμοῦνται, χαίρουσαι χαίρουσαι E: χαίρουσι. δʼ αἱ γυναῖκες, ἑορτῇ δὲ δεῖ δὲ δεῖ Wyttenbach: δὲ. μηδὲν λυπουμένους ποιεῖν μηδὲ πρὸς ἀνάγκην;
105 ἢ μᾶλλον ὅτι ταῖς μὲν παρθένοις καλὸν μὴ ὀλίγων ταῖς δὲ χήραις αἰσχρὸν πολλῶν παρόντων παρόντων Meziriacus: ὄντων. γαμεῖσθαι; ζηλωτὸς γὰρ ὁ πρῶτος γάμος ὁ δὲ δεύτερος ἀπευκταῖος· αἰσχύνονται γάρ, ἂν ζώντων τῶν προτέρων ἑτέρους λαμβάνωσιν, ὀδύρονται δέ, ἂν ἀποθανόντων. ὅθεν ἡσυχίᾳ χαίρουσι μᾶλλον ἢ θορύβοις καὶ προπομπαῖς. αἱ δʼ ἑορταὶ περισπῶσι τοὺς πολλούς, ὥστε τοῖς τοιούτοις μὴ, σχολάζειν.
105 ἢ ὅτι καὶ τὰς Σαβίνων θυγατέρας ἁρπάσαντες ἐν ἑορτῇ παρθένους οὔσας εἰς πόλεμον κατέστησαν, ἐξοιωνίσαντο τὸ γαμεῖν παρθένους ἐν ἱεραῖς ἡμέραις;
106 διὰ τί Ῥωμαῖοι Τύχην σέβονται Πριμιγένειαν, ἣν ἄν τις εἴποι πρωτογένειαν;
106 ἆρʼ ὅτι Σερουίῳ κατὰ τύχην, ὥς φασιν, ἐκ θεραπαινίδος γενομένῳ βασιλεῦσαι τῆς Ῥώμης ἐπιφανῶς ὑπῆρξεν; οὕτω γάρ οἱ πολλοὶ Ῥωμαίων ὑπειλήφασιν.
106 ἢ μᾶλλον ὅτι τῆς Ῥώμης ἡ τύχη παρέσχε τὴν ἀρχὴν καὶ τὴν γένεσιν;
106 ἢ φυσικώτερον ἔχει λόγον τὸ πρᾶγμα καὶ φιλοσοφώτερον, ὡς τὴν τύχην πάντων οὖσαν ἀρχὴν καὶ τὴν φύσιν ἐκ τοῦ κατὰ τύχην συνισταμένην, ὅταν τισὶν ὡς ἔτυχεν ἀποκειμένοις ἀποκειμένοις] ὑποκειμένοις E. Kurtz. τάξις ἐγγένηται;
107 διὰ τί τοὺς περὶ τὸν Διόνυσον τεχνίτας ἱστρίωνας Ῥωμαῖοι, καλοῦσιν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi