Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
102 διὰ τί τῶν παίδων τοῖς μὲν ἄρρεσιν ἐναταίοις, τοῖς δὲ θήλεσιν ὀγδοαίοις τὰ ὀνόματα τίθενται; ἦ τὸ μὲν προτέροις τοῖς θήλεσιν αἰτίαν ἔχει τὴν φύσιν; καὶ γὰρ αὔξεται τὸ θῆλυ καὶ ἀκμάζει καὶ τελειοῦται πρότερον τοῦ ἄρρενος. τῶν δʼ ἡμερῶν τὰς μετὰ τὴν ἑβδόμην λαμβάνουσιν ἡ γὰρ ἑβδόμη σφαλερὰ τοῖς νεογνοῖς πρός τε τἄλλα τἄλλα *: τὰ ἄλλα καὶ τὸν ὀμφαλόν· ἑβδομαῖος γὰρ ἀπολύεται τοῖς πλείστοις· ἕως δʼ δʼ] δ’ ἂν? ἀπολυθῇ, φυτῷ μᾶλλον ἢ ζῴῳ προσέοικε τὸ νήπιον. ἢ καθάπερ οἱ Πυθαγορικοὶ τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον θῆλυν ἄρρενα δὲ τὸν περιττὸν ἐνόμιζον; γόνιμος γάρ ἐστι καὶ κρατεῖ τοῦ ἀρτίου συντιθέμενος. καὶ διαιρουμένων εἰς τὰς μονάδας ὁ μὲν ἄρτιος καθάπερ τὸ θῆλυ χώραν μεταξὺ κενὴν ἐνδίδωσι, τοῦ δὲ περιττοῦ μόριον ἀεί τι πλῆρες ὑπολείπεται· διὸ τὸν μὲν ἄρρενι τὸν δὲ θήλει πρόσφορον νομίζουσιν. ἦ ὅτι τῶν ἀριθμῶν ἁπάντων τὰ μὲν ἐννέα πρῶτός ἐστι τετράγωνος ἀπὸ περιττοῦ καὶ τελείου τῆς τριάδος, τὰ δʼ ὀκτὼ πρῶτος κύβος ἀπὸ ἀρτίου τῆς δυάδος; δεῖ δὲ τὸν μὲν ἄνδρα ἄνδρα Polus τετράγωνον εἶναι καὶ περιττὸν καὶ τέλειον, τὴν δὲ γυναῖκα καθάπερ τὸν κύβον ἑδραῖον καὶ οἰκουρὸν καὶ δυσμετακίνητον. τούτῳ τούτῳ W: τοῦτο δὲ προσληπτέον, ὅτι τὰ μὲν ὀκτὼ κύβος ἐστὶν ἀπὸ δυάδος, τὰ δʼ ἐννέα τετράγωνος ἀπὸ τριάδος· χρῶνται δὲ δυσὶ μὲν ὀνόμασιν αἱ θήλειαι τρισὶ δʼ οἱ ἄρρενες

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi