Thesauros Edebiyat biography Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά Plutarch
6 οἱ πλεῖστοι τῶν Ἑλλήνων πρὸς τὰς πάνυ παλαιὰς θυσίας ἐχρῶντο ταῖς κριθαῖς, ἀπαρχομένων τῶν πολιτῶν. τὸν μὲν οὖν ἐπὶ τῶν θυσιῶν ἄρχοντα καὶ ταύτας κομιζόμενον τὰς ἀπαρχάς κριθολόγον ὠνόμαζον. δύο δʼ ἦσαν ἱερεῖς παρʼ αὐτοῖς, ὁ μὲν περὶ τὰ θεῖα τεταγμένος, ὁ δὲ περὶ τὰ δαιμόνια.
7 τίνες αἱ πλωιάδες νεφέλαι;
7 τὰς ὑπόμβρους μάλιστα καὶ περιφερομένας ἐκάλουν πλωιάδας, ὡς Θεόφραστος ἐν τετάρτῃ περὶ μεταρσίων εἴρηκε κατὰ λέξιν, ἐπεὶ καὶ αἱ πλωιάδες αὗται νεφέλαι αἱ καὶ αἱ συνεστῶσαι, ἀκίνητοι δὲ καὶ τοῖς χρώμασιν ἔκλευκοι, δηλοῦσι διαφοράν τινα τῆς ὕλης, ὡς οὔτʼ ἐξυδατουμένης οὔτʼ ἐκπνευματουμένης.
8 τίς ὁ παρὰ Βοιωτοῖς πλατιοικέτας πλατιοικέτας Bechtel: πλατυχαίτας.;
8 τοὺς οἰκίᾳ γειτνιῶντας ἢ χωρίοις ὁμοροῦντας αἰολίζοντες οὕτω καλοῦσιν ὡς τὸ πλησίον πλησίον Wyttenbach: πλεῖστον. ἔχοντας. παραθήσομαι δὲ λέξιν μίαν ἐκ τοῦ θεσμοφυλακίου νόμου, πλειόνων οὐσῶν....
9 τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν;
9 ὁσιωτῆρα μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅταν ὅσιος ἀποδειχθῇ. πέντε δʼ εἰσὶν ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε ἅτε Xylander: ἃ, or οἱ or ὡς. γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi