Thesauros Edebiyat biography Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά Plutarch
40 τοῦ δʼ Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο ἐτηρεῖτο Wyttenbach: ἐτήρει. καὶ ἀπροσπέλαστον γυναιξίν, ὥστε πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν ἄλλων γενομένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν ἐπιμελῶς τοὺς Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ θάλατταν βαδίζοντα λουσόμενον, ὡς γυναικὸς ἐμβεβηκυίας εἰς τὸ τέμενος. ἀναφέρει δὲ καὶ Διοκλῆς ἐν τῷ περὶ ἡρῴων συντάγματι δόγμα Ταναγραίων, περὶ ὧν ὁ Κλείδαμος ἀπήγγειλεν.
41 πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλέωνα ποταμὸς Σκάμανδρος ὠνομάσθη;
41 Δηίμαχος ὁ Ἐλέωνος υἱός, ἑταῖρος ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας· τοῦ δὲ πολέμου μῆκος ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα προσδεξάμενος ἔγκυον ἐποίησεν, εἶτʼ αὐτὸς μὲν ἔπεσε μαχόμενος τοῖς Τρωσὶν ἡ δὲ Γλαυκία φοβουμένη κατάφωρος γενέσθαι κατέφυγε καὶ τῷ Ἡρακλεῖ τῷ Ἡρακλεῖ stands before κατέφυγε in the mss.; transferred here by Helmbold. κατεῖπεν αὑτῆς τὸν ἔρωτα καὶ τὴν γενομένην πρὸς τὸν Δηίμαχον ὁμιλίαν. ὁ δʼ ἅμα μὲν οἴκτῳ τῆς γυναικὸς ἅμα δὲ χαίρων τῷ ὑπολείπεσθαι γένος ἀνδρὸς ἀγαθοῦ καὶ συνήθους, ἀνέλαβε τὴν Γλαυκίαν εἰς τὰς ναῦς, καὶ τεκοῦσαν υἱὸν ἀγαγὼν ἐν τῇ Βοιωτίᾳ ἀπέδωκε τῷ Ἐλέωνι καὶ τὸ παιδίον καὶ αὐτήν. ὠνομάσθη δʼ ὁ παῖς Σκάμανδρος καὶ τῆς χώρας ἐβασίλευσε. καὶ τὸν μὲν Ἴναχον ποταμὸν ἀφʼ αὐτοῦ ἀφ’ αὑτοῦ Helmbold: ἀπ’ αὐτοῦ. Σκάμανδρον, τὸ δὲ πλησίον ῥεῦμα Γλαυκίαν ἀπὸ τῆς μητρὸς ὠνόμασεν· Ἀκίδουσαν δὲ τὴν κρήνην ἀπὸ τῆς ἑαυτοῦ γυναικός, ἐξ ἦς ἔσχε τρεῖς θυγατέρας, ἃς τιμῶσιν ἄχρι νῦν παρθένους προσαγορεύοντες.
42 ἀπὸ τίνος ἐρρήθη ἐρρήθη Bernardakis: ἐρρέθη or ἐρέθη. τὸ παροιμιῶδες αὕτα κυρία;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi