Thesauros Edebiyat biography Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά Plutarch
41 πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλεῶνα ποταμὸς Σκάμανδρος ὠνομάσθη; Δηίμαχος ὁ Ἐλεῶνος υἱός, ἑταῖρος ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας· τοῦ δὲ πολέμου μῆκος ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα προσδεξάμενος ἔγκυον ἐποίησεν, εἶτʼ αὐτὸς μὲν ἔπεσε μαχόμενος τοῖς Τρωσίν· ἡ δὲ Γλαυκία φοβουμένη κατάφωρος γενέσθαι τῷ Ἡρακλεῖ scrib. vid. aut πρὸς τὸν Ἡρακλῆ cum Herw. aut προσέφυγε cum W κατέφυγε, καὶ κατεῖπεν αὑτῆς τὸν ἔρωτα καὶ τὴν γενομένην πρὸς τὸν Δηίμαχον ὁμιλίαν. ὁ δʼ ἅμα μὲν οἴκτῳ τῆς γυναικὸς ἅμα δὲ χαίρων τῷ ὑπολείπεσθαι γένος ἀνδρὸς ἀγαθοῦ καὶ συνήθους, ἀνέλαβε τὴν Γλαυκίαν εἰς τὰς ναῦς, καὶ τεκοῦσαν υἱὸν ἀγαγὼν ἐν τῇ Βοιωτίᾳ ἀπέδωκε τῷ Ἐλεῶνι καὶ τὸ παιδίον καὶ αὐτήν. ὠνομάσθη δʼ ὁ παῖς Σκάμανδρος καὶ τῆς χώρας ἐβασίλευσε. καὶ τὸν μὲν Ἴναχον ποταμὸν ἀπʼ αὐτοῦ Σκάμανδρον, τὸ δὲ πλησίον ῥεῦμα Γλαυκίαν ἀπὸ τῆς μητρὸς ὠνόμασεν· Ἀκίδουσαν δὲ τὴν κρήνην ἀπὸ τῆς ἑαυτοῦ γυναικός, ἐξ ἦς ἔσχε τρεῖς θυγατέρας, ἃς τιμῶσιν ἄχρι νῦν παρθένους προσαγορεύοντες
42 ἀπὸ τίνος ἐρρήθη ἐρρήθη *: ἐρρέθη τὸ παροιμιῶδες αὕτα κυρία; Δίνων ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δʼ ὢν ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων αὐτοῦ τινα γνώμην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιὰν ἅδε εἶπε κρείσσων· οὕτω γὰρ ὁ Θεόφραστος ἱστόρηκε. προσιστόρηκε δὲ καὶ ὁ Ἀπολλόδωρος ἐν Ῥυτίνῳ, Ῥυτίνῳ] Mueller. 4 p. 650 τοῦ κήρυκος αὗται πλείους εἰπόντος, ἀλλʼ αὗται φάναι βελτίους καὶ ἐπικυρῶσαι τὴν τῶν ἐλαττόνων χειροτονίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi