37
μετὰ τὴν Ἰλίου ἅλωσιν Ἀγαμέμνων μετὰ Κασάνδρας ἀνῃρέθη. Ὀρέστης δὲ παρὰ Στροφίῳ ἀνατραφεὶς τοὺς φονεῖς τοῦ πατρὸς ἐτιμωρήσατο· ὡς Πύρανδρος Πύρανδρος] idem 4 p. 486 ἐν τετάρτῳ Πελοποννησιακῶν. Φάβιος Φαβρικιανὸς τοῦ μεγάλου συγγενὴς Φαβίου, πορθήσας Τούξιον Τούξιον] corruptum μητρόπολιν Σαυνιτῶν, τὴν παρʼ αὐτοῖς τιμωμένην νικηφόρον Ἀφροδίτην ἔπεμψεν εἰς Ῥώμην. τούτου γυνὴ Φαβία μοιχευθεῖσα ὑπό τινος εὐπρεποῦς νεανίου τοὔνομα Πετρωνίου Οὐαλεντίνου, τὸν ἄνδρα ἐδολοφόνησε. Φαβία δὲ τὸν ἀδελφὸν ἔτι νήπιον Φαβρικιανὸν τῶν κινδύνων ἐρρύσατο καὶ ἔπεμψε κρύφα τραφησόμενον. ἀκμάσας δὲ ὁ νεανίας τήν τε μητέρα καὶ τὸν μοιχὸν ἀπέκτεινε, καὶ ἀπελύθη ὑπὸ τῆς συγκλήτου· ὡς ἱστορεῖ Δοσίθεος Δοσίθεος] Mueller. 4 p. 401 ἐν τρίτῳ Ἰταλικῶν.
38
Βούσιρις, παῖς Ποσειδῶνος καὶ Ἀνίππης τῆς Νείλου, τοὺς παριόντας ὑπούλῳ φιλοξενίᾳ κατέθυε· μετῆλθε δʼ αὐτὸν ἡ τῶν τετελευτηκότων νέμεσις· Ἡρακλῆς γὰρ ἐπιτεθεὶς τῷ ῥοπάλῳ διεχρήσατο· ὡς Ἀγάθων Ἀγάθων] idem 4 p. 291 Σάμιος. Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνων διʼ Ἰταλίας ἐπεξενώθη Φαύνῳ βασιλεῖ, ὃς ἦν Ἑρμοῦ παῖς καὶ τούς γε ξένους τῷ γεννήσαντι ἔθυεν· ἐπιχειρήσας δὲ τῷ Ἡρακλεῖ ἀνῃρέθη· ὡς Δέρκυλλος Δέρκυλλος] idem 4 p. 387 ἐν τρίτῳ Ἰταλικῶν.