3
ἀργεῖν καὶ Λακεδαιμονίων ὑπὲρ Θυρεάτιδος χώρας πολεμούντων, οἱ Ἀμφικτύονες ἔκριναν πολεμῆσαι ἑκατέρους καὶ τῶν νικησάντων εἶναι τὴν χώραν. Λακεδαιμόνιοι μὲν οὖν Ὀθρυάδην ἐποίησαν στρατηγὸν Ἀργεῖοι δὲ Θέρσανδρον. πολεμούντων δέ, δύο ἐκ τῶν Ἀργείων περιελείφθησαν, Ἀγήνωρ Ἀγήνωρ] Ἀλκήνωρ Herod. I 82. Stob. Flor. 7, 67 καὶ Χρόμιος, οἵτινες εἰς τὴν πόλιν ἤγγειλαν τὴν νίκην. ἠρεμίας δʼ ὑπαρχούσης, ὁ Ὀθρυάδης ἐπιζήσας καὶ ἡμικλάστοις δόρασιν ἐπερειδόμενος τὰς τῶν νεκρῶν ἁπάντων ἀσπίδας περιείλετο· καὶ τρόπαιον στήσας ἐκ τοῦ ἰδίου αἵματος ἐπέγραψε Διὶ τροπαιούχῳ καὶ τῶν δύο στάσιν ἐχόντων, οἱ Ἀμφικτύονες αὐτόπται γενόμενοι Λακεδαιμονίους προκρίνουσι· καθάπερ καθάπερ] add. ἱστορεῖ H Χρύσερμος Χρύσερμος] Mueller. 4 p. 361 ἐν τρίτῳ Πελοποννησιακῶν. Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες στρατηγὸν ἐχειροτόνησαν Μισθύνιον Ἀμβλιρηνόν. Μισθύνιον Ἀμβλιρηνόν] Ποστούμιον Ἀλβῖνον M οὗτος κατὰ τὰς καλουμένας φορκούλας Καυδίνας φορκούλας Καυδίνας Holstenius: φορκοῦντας κλαυδίνας ἔστι δὲ τόπος στενώτατος ἐνεδρευθεὶς τρεῖς ἀπέβαλε λεγεῶνας καὶ αὐτὸς καιρίως τρωθεὶς ἔπεσε. βαθείας δὲ νυκτὸς ὀλίγον ἐπιζήσας, περιείλετο τῶν ἀνῃρημένων πολεμίων τὰς ἀσπίδας, καὶ εἰς τὸ αἷμα τὴν χεῖρα βαπτίσας ἔστησε τρόπαιον ἐπιγράψας Ῥωμαῖοι κατὰ Σαμνιτῶν Διὶ τροπαιούχῳ Μάιος Μάιος] Φάβιος M δὲ ὁ ἐπικληθεὶς Λαίμαργος, στρατηγὸς πεμφθεὶς καὶ παραγενόμενος ἐπὶ τὸν τόπον, ἰδὼν τὸ τρόπαιον, τὸν οἰωνὸν ἀσμένως ἐδέξατο· καὶ συμβαλὼν ἐνίκησε καὶ αἰχμάλωτον λαβὼν τὸν βασιλέα εἰς Ῥώμην ἔπεμψεν· ὡς ὡς] καθάπερ ἱστορεῖ et sic per singula capita H Ἀριστείδης Ἀριστείδης Mueller. 4 p. 321. ὁ Μιλήσιος ἐν τρίτῃ Ἰταλικῶν.