Thesauros Edebiyat biography Περὶ τῆς Ῥωμαίων τύχης

Περὶ τῆς Ῥωμαίων τύχης

Περὶ τῆς Ῥωμαίων τύχης Plutarch
12 περὶ ἧς κἀν βραχεῖ πλείω διελθεῖν ἴσως οὐκ ἄκαιρόν ἐστι. μετὰ τὴν ἐπʼ Ἀλλίᾳ ποταμῷ Ῥωμαίων μεγάλην ἧτταν οἱ μὲν εἰς Ῥώμην κατάραντες ἀπὸ τῆς φυγῆς καὶ ταραχῆς συναναπλήσαντες τὸν δῆμον ἐξεπτόησαν καὶ διεσκέδασαν, ὀλίγων εἰς τὸ Καπετώλιον ἀνασκευασαμένων καὶ διακαρτερούντων. οἱ δʼ εὐθὺς ἀπὸ τῆς τροπῆς εἰς Βηίους συναθροισθέντες ᾑροῦντο δικτάτωρα Φούριον Κάμιλλον, ὃν εὐτυχῶν μὲν καὶ ὑψαυχενῶν ὁ δῆμος ἀπεσείσατο καὶ κατέβαλε, δίκῃ περιπεσόντα δημοσίων κλοπῶν· πτήξας δὲ καὶ ταπεινωθεὶς ἀνεκαλεῖτο μετὰ τὴν ἧτταν, ἐγχειρίζων καὶ παραδιδοὺς ἀνυπεύθυνον ἡγεμονίαν. ἵνʼ οὖν μὴ καιρῷ δοκῇ νόμῳ δὲ λαμβάνειν ὁ ἀνήρ, μηδʼ, ὡς ἀπ ἐγνωκὼς τὴν πόλιν, ὅπλοις ἀρχαιρεσιάζῃ τὰ τοῦ στρατοῦ σποράδος καὶ πλάνητος, ἔδει τοὺς ἐν Καπετωλίῳ βουλευτὰς ἐπιψηφίς ασθαι τὴν τῶν στρατιωτῶν γνώμην μαθόντας. ἦν οὖν Γάιος Πόντιος ἀνὴρ ἀγαθός,ʼ καὶ τῶν δεδογμένων αὐτάγγελος ὑποστὰς ἔσεσθαι τοῖς ἐν Καπετωλίῳ μέγαν ἀνεδέξατο κίνδυνον· ἡ γὰρ ὁδὸς ἦν διὰ τῶν πολεμίων κύκλῳ φυλακαῖς καὶ χάραξι τὴν ἄκραν περιεχόντων. ὡς οὖν ἐπὶ τὸν ποταμὸν ἦλθε νύκτωρ, φελλοὺς πλατεῖς ὑποστερνισάμενος καὶ τὸ σῶμα τῇ κουφότητι, τοῦ ὀχήματος παραθέμενος ἀφῆκε τῷ ῥόῳ· τυχὼν δὲ πράου καὶ σχολαίως ὑποφέροντος ἥψατο τῆς ἀντιπέρας ὄχθης ἀσφαλῶς, καὶ ἀποβὰς ἐχώρει πρὸς τὸ τῶν φώτων διάκενον, τῷ τε σκότει καὶ ʼτῇ σιωπῇ τὴν ἐρημίαν τεκμαιρόμενος· ἐμφὺς δὲ τῷ κρημνῷ, καὶ ταῖς δεχομέναις τὴν ἐπίβασιν καὶ παρεχούσαις ἀντίληψιν ἐγκλίσεσι καὶ περιαγωγαῖς καὶ τραχύτησι τῆς πέτρας παραδοὺς ἑαυτὸν καὶ ἐπερεισάμενος ἐξίκετο πρὸς τὸ ἄνω πέτρας καὶ ἀναληφθεὶς ὑπὸ τῶν προφυλάκων ἐδήλωσε τοῖς ἔσω τὰ δεδογμένα· καὶ λαβὼν τὸ ψήφισμα πάλιν ᾤχετο πρὸς τὸν Κάμιλλον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi