Thesauros Edebiyat biography Περὶ τῆς Ῥωμαίων τύχης

Περὶ τῆς Ῥωμαίων τύχης

Περὶ τῆς Ῥωμαίων τύχης Plutarch
8 ἀλλὰ γὰρ αἱ μὲν ἀπὸ τῶν μαρτύρων πίστεις τοσαῦται τῇ Τύχῃ πάρεισι. δεῖ δὲ καὶ τὰς ἀπὸ τῶν πραγμάτων αὐτῶν εἰσάγειν, ἀρχὴν τοῦ λόγου τὴν ἀρχὴν τῆς πόλεως λαβόντας. εὐθὺς οὖν τίς οὐκ ἂν εἴποι πρὸς τὴν Ῥωμύλου γένεσιν καὶ σωτηρίαν καί, τροφὴν καὶ αὔξησιν τὴν μὲν Τύχην ὑποβολὰς κατατεθεῖσθαι τὴν δʼ Ἀρετὴν ἐξῳκοδομηκέναι; πρῶτον μὲν οὖν τὸ περὶ τὴν γένεσιν καὶ τὴν τέκνωσιν αὐτῶν τῶν ἐνιδρυσαμένων καὶ κτισάντων τὴν πόλιν εὐτυχίας ἔοικε θαυμαστῆς γενέσθαι. θεῷ γὰρ ἡ τεκοῦσα μειχθῆναι λέγεται, καὶ καθάπερ τὸν Ἡρακλέα σπαρῆναί φασιν ἐν μακρᾷ νυκτί, τῆς ἡμέρας ἐπισχεθείσης παρὰ φύσιν καὶ τοῦ ἡλίου βραδύναντος, οὕτω περὶ τὴν Ῥωμύλου σπορὰν καὶ καταβολὴν τὸν ἥλιον ἐκλιπεῖν ἱστοροῦσι, ποιησάμενον ἀτρεκῆ σύνοδον πρὸς σελήνην, ᾧπερ ὁ Ἄρης θεὸς ὢν τῇ Σιλβίᾳ θνητῇ συνῆλθε. ταὐτὸ δὲ συντυχεῖν τῷ Ῥωμύλῳ καὶ περὶ τὴν μετάστασιν αὐτὴν τοῦ βίου· λέγουσι γὰρ ἐκλείποντος τοῦ ἡλίου ἠφανίσθαι νώναις καπρατίναις, ἣν ἄχρι νῦν ἡμέραν ἐπιφανῶς ἑορτάζουσιν.
8 ἔπειτα γεννηθέντας αὐτούς, τοῦ τυράννου τάττοντος ἀνελεῖν, παρέλαβε κατὰ τύχην οὐ βάρβαρος οὐδʼ ἄγριος ὑπηρέτης, ἐλεήμων δέ τις καὶ φιλάνθρωπος, ὥστε μὴ κτεῖναι ἀλλὰ τοῦ ποταμοῦ τις ἦν ὄχθη χλοερῷ λειμῶνι προσκλύζουσα καὶ περισκιαζομένη χθαμαλοῖς δένδρεσιν· ἐνταῦθα κατέθηκε τὰ βρέφη πλησίον ἐρινεοῦ τινος, ὃν ῥουμινᾶλιν ὠνόμαζον. εἶτα λύκαινα μὲν νεοτόκος σπαργῶσα καὶ πλημμυροῦσα τοὺς μαστοὺς γάλακτι, τῶν σκύμνων ἀπολωλότων, αὐτὴ χρῄζουσα κουφισμοῦ, περιέστειξε τὰ βρέφη καὶ θηλὴν ἐπέσχεν, ὥσπερ ὠδῖνα δευτέραν ἀποτιθεμένη τὴν τοῦ γάλακτος. ἱερὸς δʼ ὄρνις Ἄρεος, ὃν δρυοκολάπτην καλοῦσιν, ἐπιφοιτῶν καὶ προσκαθίζων ἀκρώνυχος, ἐν μέρει τῶν νηπίων ἑκατέρου στόμα τῇ χηλῇ διοίγων, ἐνετίθει ψώμισμα, τῆς αὑτοῦ τροφῆς ἀπομερίζων. τὸν μὲν οὖν ἐρινεὸν ῥουμινᾶλιν ὠνόμασαν ἀπὸ τῆς θηλῆς, ἣν ἡ λύκαινα παρʼ αὐτῷ ὀκλάσασα τοῖς βρέφεσι παρέσχε. μέχρι δὲ πολλοῦ διεφύλαττον οἱ περὶ τὸν τόπον ἐκεῖνον κατοικοῦντες μηδὲν ἐκτιθέναι τῶν γεννωμένων, ἀλλʼ ἀναιρεῖσθαι πάντα καὶ τρέφειν, τὸ Ῥωμύλου πάθος καὶ τὴν ὁμοιότητα τιμῶντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi