1.11
εἶεν· αἱ δὴ πράξεις αὐτοῦ πότερον αὐτοματισμὸν ἐπιφαίνουσι τύχης καὶ βίαν πολεμικὴν καὶ χειροκρατίαν, ἢ πολλὴν μὲν ἀνδρείαν καὶ δικαιοσύνην, πολλὴν δὲ σωφροσύνην καὶ πραότητα μετὰ κόσμου καὶ συνέσεως, νήφοντι καὶ πεπνυμένῳ τῷ λογισμῷ πάντα πράττοντος; οὐ γὰρ ἔστιν εἰπεῖν διακρίναντά με μὰ τοὺς θεοὺς, ὅτι τοῦτο μὲν ἀνδρείας, τοῦτο δὲ φιλανθρωπίας, τοῦτο δʼ ἐγκρατείας· ἀλλὰ πᾶν ἔργον ἐκ πασῶν ἔοικε τῶν ἀρετῶν μεμεῖχθαι· βεβαιοῦντος αὐτοῦ τὸν Στωικὸν ἐκεῖνον λόγον ὅτι πᾶν ὃ ἂν δρᾷ ὁ σοφὸς κατὰ πᾶσαν ἀρετὴν ἐνεργεῖ, καὶ μία μέν, ὡς ἔοικεν, ἀρετὴ πρωταγωνιστεῖ πράξεως ἑκάστης, παρακαλεῖ δὲ τὰς ἄλλας καὶ συντείνει πρὸς τὸ τέλος. ἰδεῖν γοῦν ἔστιν ἐν Ἀλεξάνδρῳ τὸ μὲν πολεμικὸν φιλάνθρωπον, τὸ δὲ πρᾶον ἀνδρῶδες, τὸ δὲ χαριστικὸν οἰκονομικόν, τὸ δὲ θυμικὸν εὐδιάλλακτον, τὸ δʼ ἐρωτικὸν σῶφρον, τὸ δʼ ἀνειμένον οὐκ ἀργόν, τὸ δʼ ἐπίπονον οὐκ ἀπαραμύθητον, τίς ἔμειξε πολέμοις ἑορτάς; τίς δὲ κώμοις στρατείας; τίς δὲ πολιορκίαις καὶ παρατάξεσι βακχείας καὶ γάμους καὶ ὑμεναίους; τίς ἀδικοῦσιν ἐχθρότερος ἢ δυστυχοῦσιν ἡμερώ τερος; τίς μαχομένοις βαρύτερος ἢ δεομένοις εὐγνωμονέστερος;