1.11
ἔπεισί μοι τὸ τοῦ Πώρου δεῦρο μετενεγκεῖν. ἐκεῖνος γὰρ ὡς ἤχθη πρὸς Ἀλέξανδρον αἰχμάλωτος, πυθομένου πῶς αὐτῷ χρήσεται, βασιλικῶς, εἶπεν, ὦ Ἀλέξανδρε. πάλιν δʼ ἐπερομένου, μή τι ἄλλο; οὐδέν, εἶπε, πάντα γάρ ἐστιν ἐν τῷ βασιλικῶς. κἀμοὶ δὴ ταῖς Ἀλεξάνδρου πράξεσιν ἔπεισιν ἐπιφωνεῖν ἀεί φιλοσόφως ἐν τούτῳ γὰρ πάντʼ ἔνεστι. Ῥωξάνης ἐρασθεὶς τῆς Ὀξυάρτου θυγατρὸς ἐν ταῖς αἰχμαλωτίσι χορευούσης οὐχ ὕβρισεν ἀλλʼ ἔγημε· φιλοσόφως. Δαρεῖον ἰδὼν κατηκοντισμένον οὐκ ἔθυσεν οὐδʼ ἐπαιάνισεν ὡς τοῦ μακροῦ πολέμου τέλος ἔχοντος, ἀλλὰ τὴν χλαμύδα τὴν ἑαυτοῦ περιελὼν ἐπέρριψε τῷ νεκρῷ καθάπερ τὴν νέμεσιν τύχης βασιλικῆς συγκαλύπτων· φιλοσόφως. ἐπιστολὴν δέ ποτε τῆς μητρὸς ἀπόρρητον διερχόμενος Ἡφαιστίωνος, ὡς ἔτυχε, παρακαθημένου καὶ ἁπλῶς συναναγιγνώσκοντος, οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν δακτύλιον αὑτοῦ τῷ στόματι προσέθηκεν αὐτοῦ, κατασφραγισάμενος φιλικῇ πίστει τὴν σιωπήν· φιλοσόφως. εἰ γάρ ταῦτα οὐκ ἔστι φιλοσόφως, τίνʼ ἐστὶν ἄλλα;