Thesauros Edebiyat biography Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β Plutarch
1.12 Παραθῶμεν τὰ τῶν ὁμολογουμένων φιλοσόφων. Σωκράτης ἠνέσχετο συγκοιμηθέντος Ἀλκιβιάδου· Ἀλέξανδρος δέ, Φιλοξένου τοῦ τῆς παραλίας ὑπάρχου γράψαντος, ὅτι παῖς ἐν Ἰωνίᾳ γέγονεν οἷος οὐκ ἄλλος ὥραν καὶ εἶδος, καὶ πυνθανομένου διὰ τῶν γραμμάτων εἰ ἀναπέμψοι, πικρῶς ἀντέγραψεν, ὦ κάκιστʼ ἀνθρώπων, τί μοι πώποτε τοιοῦτο συνέγνως, ἵνα τοιαύταις με κολακεύσῃς ἡδοναῖς; Ξενοκράτην, πεντήκοντα τάλαντα δωρεὰν Ἀλεξάνδρου πέμψαντος, ὅτι οὐκ ἔλαβε θαυμάζομεν τὸ δὲ δοῦναι, οὔ; ἢ οὐχ ὁμοίως καταφρονεῖν χρημάτων δοκοῦμεν τὸν μὴ προσιέμενον καὶ τὸν χαριζόμενον; οὐκ ἐδεῖτο πλούτου Ξενοκράτης διὰ φιλοσοφίαν, Ἀλέξανδρος δʼ ἐδεῖτο διὰ φιλοσοφίαν, ἵνα τοιούτοις χαρίζηται. τοῦτο ποσάκις Ἀλέξανδρος εἶπε βαλλόμενος, εἰσβιαζόμενος; καίτοι κρίσεις μὲν ὀρθὰς πᾶσιν ἐνυπάρχειν ἀνθρώποις νομίζομεν· ἡ γὰρ φύσις ἀγωγός ἐστιν ἀφʼ ἑαυτῆς πρὸς τὸ καλόν· οἱ δὲ φιλόσοφοι τῶν πολλῶν διαφέρουσι τῷ τὰς κρίσεις ἔχειν ἐρρωμένας παρὰ τὰ δεινὰ καὶ πεπηγυίας, ἐπεὶ οὐ μετὰ τοιούτων προλήψεων εἷς οἰωνὸς ἄριστος καὶ πέρας μέν ἐστιν ἅπασιν ἀνθρώποις ὁ θάνατος. ἀλλὰ θραύουσιν οἱ καιροὶ παρὰ τὰ δεινὰ τοὺς λογισμούς, καὶ τὰς κρίσεις ἐκκρούουσιν αἱ φαντασίαι τῶν κινδύνων ἐγγὺς γενομένων. φόβος γὰρ οὐ μόνον μνήμην ἐκπλήττει, κατὰ τὸν Θουκυδίδην, ἀλλὰ καὶ προαίρεσιν πᾶσαν καὶ φιλοτιμίαν καὶ ὁρμήν, εἰ μὴ μηρίνθους φιλοσοφία περιτέθεικεν.

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Β

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi