2.1
ὁ δὲ τῶν Σκυθῶν βασιλεὺς Ἀτέας Ἰσμηνίαν τὸν αὐλητὴν λαβὼν αἰχμάλωτον, ἐκέλευσε παρὰ πότον αὐλῆσαι. θαυμαζόντων δὲ τῶν ἄλλων καὶ κροτούντων, αὐτὸς ὤμοσεν ἀκροᾶσθαι τοῦ ἵππου χρεμετίζοντος ἥδιον. οὕτω μακρὰν ἀπεσκηνώκει τὰ ὦτα τῶν Μουσῶν, καὶ τὴν ψυχὴν ἐν ταῖς φάτναις εἶχεν, οὐχ ἵππων ἀλλʼ ὄνων ἐπιτηδειοτέραν ἀκούειν. τίς ἂν οὖν παρὰ τοιούτοις βασιλεῦσιν αὔξησις ἢ τιμὴ τέχνης γένοιτο καὶ Μούσης τοιαύτης; ἀλλʼ οὐδὲ παρὰ τοῖς ἀντιτέχνοις ἐθέλουσιν εἶναι, καὶ διὰ τοῦτο βασκανίᾳ καὶ δυσμενείᾳ τοὺς ἀληθῶς τεχνίτας καθαιροῦσιν. οἷος ἦν πάλιν αὖ Διονύσιος ὁ τὸν ποιητὴν Φιλόξενον εἰς τὰς λατομίας ἐμβαλών, ὅτι τραγῳδίαν αὐτοῦ διορθῶσαι κελευσθεὶς εὐθὺς ἀπὸ τῆς ἀρχῆς ὅλην μέχρι τῆς κορωνίδος περιέγραψεν.
2.1
ἦν δὲ καὶ Φίλιππος ἐν τούτοις ὑπʼ ὀψιμαθίας ἑαυτοῦ μικρότερος καὶ νεοπρεπέστερος· ὅθεν καί φασι πρός τινα ψάλτην περὶ κρουμάτων αὐτοῦ διαφερομένου καὶ δοκοῦντος ἐξελέγχειν, ἠρέμα μειδιάσαντα τὸν ἄνθρωπον εἰπεῖν, μὴ γένοιτό σοι, βασιλεῦ, ἀθλίως οὕτως, ἵνα ταῦτα ἐμοῦ βέλτιον εἰδῇς.
2.2
ἀλλʼ Ἀλέξανδρος εἰδὼς τίνων δεῖ θεατὴν εἶναι καὶ ἀκροατὴν καὶ τίνων ἀγωνιστὴν καὶ αὐτουργόν, ἤσκει μὲν ἀεὶ διὰ τῶν ὅπλων δεινὸς εἶναι καὶ κατὰ τὸν Αἰσχύλον βριθὺς ὁπλιτοπάλας, δάιος ἀντιπάλοις. ταύτην ἔχων τέχνην προγονικὴν ἀπʼ Αἰακιδῶν, ἀφʼ Ἡρακλέους, ταῖς δʼ ἄλλαις τέχναις τὸ τιμᾶν ἄνευ τοῦ ζηλοῦν ἀπεδίδου κατὰ τὸ ἔνδοξον αὐτῶν καὶ χαρίεν, τῷ τέρπειν δʼ οὐκ ἦν εὐάλωτος εἰς τὸ μιμεῖσθαι. γεγόνασι δὲ κατʼ αὐτὸν τραγῳδοὶ μὲν οἱ περὶ Θετταλὸν καὶ Ἀθηνόδωρον, ὧν ἀνταγωνιζομένων ἀλλήλοις, ἐχορήγουν μὲν οἱ Κύπριοι βασιλεῖς, ἔκρινον δʼ οἱ δοκιμώτατοι τῶν στρατηγῶν. ἐπεὶ δʼ ἐνίκησεν Ἀθηνόδωρος, ἐβουλόμην ἄν, ἔφη, μᾶλλον ἀπολωλεκέναι μέρος τῆς βασιλείας ἢ Θετταλὸν ἐπιδεῖν ἡττημένον. ἀλλʼ οὔτʼ ἐνέτυχε τοῖς κριταῖς οὔτε τὴν κρίσιν ἐμέμψατο, πάντων οἰόμενος δεῖν περιεῖναι, τοῦ δικαίου δʼ ἡττᾶσθαι.
2.2
κωμῳδοὶ δʼ ἦσαν οἱ περὶ Λύκωνα τὸν Σκαρφέα· τούτῳ δʼ εἴς τινα κωμῳδίαν ἐμβαλόντι στίχον αἰτητικὸν γελάσας ἔδωκε δέκα τάλαντα.