Thesauros Edebiyat biography Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β Plutarch
2.2 κιθαρῳδοὶ δʼ ἄλλοι τε καὶ Ἀριστόνικος, ὃς ἐν μάχῃ τινὶ προσβοηθήσας ἔπεσε λαμπρῶς ἀγωνισάμενος. ἐκέλευσεν οὖν αὐτοῦ γενέσθαι καὶ σταθῆναι χαλκοῦν ἀνδριάντα Πυθοῖ, κιθάραν ἔχοντα καὶ δόρυ προβεβλημένον, οὐ τὸν ἄνδρα τιμῶν μόνον, ἀλλὰ καὶ μουσικὴν κοσμῶν ὡς ἀνδροποιὸν καὶ μάλιστα δὴ πληροῦσαν ἐνθουσιασμοῦ καὶ ὁρμῆς τοὺς γνησίως ἐντρεφομένους. καὶ γὰρ αὐτός, Ἀντιγενίδου ποτὲ τὸν ἁρμάτειον αὐλοῦντος νόμον, οὕτω παρέστη καὶ διεφλέχθη τὸν θυμὸν ὑπὸ τῶν μελῶν, ὥστε τοῖς ὅπλοις ᾄξας ἐπιβαλεῖν τὰς χεῖρας ἐγγὺς παρακειμένοις καὶ μαρτυρῆσαι τοῖς Σπαρτιάταις ᾄδουσιν ῥέπει γὰρ ἄντα τῶ σιδάρω τὸ καλῶς κιθαρίδδειν.
2.2 ἦν δὲ καὶ Ἀπελλῆς ὁ ζωγράφος καὶ Λύσιππος ὁ πλάστης κατʼ Ἀλέξανδρον· ὧν ὁ μὲν ἔγραψε τὸν κεραυνοφόρον οὕτως ἐναργῶς καὶ κεκραμένως, ὥστε λέγειν ὅτι δυοῖν Ἀλεξάνδρων ὁ μὲν Φιλίππου γέγονεν ἀνίκητος, ὁ δʼ Ἀπελλοῦ ἀμίμητος. Λυσίππου δὲ τὸν πρῶτον Ἀλέξανδρον πλάσαντος, ἄνω βλέποντα τῷ προσώπῳ πρὸς τὸν οὐρανὸν ὥσπερ αὐτὸς εἰώθει βλέπειν Ἀλέξανδρος ἡσυχῆ παρεγκλίνων τὸν τράχηλον ἐπέγραψέ τις οὐκ ἀπιθάνως αὐδασοῦντι δʼ ἔοικεν ὁ χάλκεος εἰς Δία λεύσσων, γᾶν ὑπʼ ἐμοὶ τίθεμαι· Ζεῦ, σὺ δʼ Ὄλυμπον ἔχε. διὸ καὶ μόνον Ἀλέξανδρος ἐκέλευε Λύσιππον εἰκόνας αὐτοῦ δημιουργεῖν. μόνος γὰρ οὗτος, ὡς ἔοικε, κατεμήνυε τῷ χαλκῷ τὸ ἦθος αὐτοῦ καὶ συνεξέφερε τῇ μορφῇ τὴν ἀρετήν· οἱ δʼ ἄλλοι τὴν ἀποστροφὴν τοῦ τραχήλου καὶ τῶν ὀμμάτων τὴν διάχυσιν καὶ ὑγρότητα μιμεῖσθαι θέλοντες οὐ διεφύλαττον αὐτοῦ τὸ ἀρρενωπὸν καὶ λεοντῶδες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi