Thesauros Edebiyat biography Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β Plutarch
2.5 καίτοι τί ἂν περὶ τούτων λέγοι τις, οἷς ἐξῆν διʼ Ἀλέξανδρον μέγα φρονεῖν, ὅπου καὶ Κλέαρχος Ἡρακλείας τύραννος γενόμενος σκηπτὸν ἐφόρει, καὶ τῶν υἱῶν ἕνα Κεραυνὸν ὠνόμασε; Διονύσιος δὲ ὁ νεώτερος Ἀπόλλωνος υἱὸν ἑαυτὸν ὠνόμασεν, ἐπιγράψας Δωρίδος ἐκ μητρὸς Φοίβου κοινώμασι βλαστών. ὁ δὲ πατὴρ αὐτοῦ τῶν μὲν πολιτῶν μυρίους ἢ καὶ πλείους ἀνελών, προδοὺς δὲ τὸν ἀδελφὸν ὑπὸ φθόνου τοῖς πολεμίοις, οὐκ ἀναμείνας δὲ τὴν μητέρα γραῦν οὖσαν ὀλίγαις ἡμέραις ἀποθανεῖν ὕστερον ἀλλʼ ἀποπνίξας, ἐν δὲ τραγῳδίᾳ γράψας αὐτὸς ἡ γάρ τυραννὶς ἀδικίας μήτηρ ἔφυ· ὅμως τῶν θυγατέρων τὴν μὲν Ἀρετὴν τὴν δὲ Σωφροσύνην ὠνόμασε τὴν δὲ Δικαιοσύνην. οἱ δʼ Εὐεργέτας οἱ δὲ Καλλινίκους οἱ δὲ Σωτῆρας οἱ δὲ Μεγάλους ἀνηγόρευσαν ἑαυτούς. γάμους δʼ αὐτῶν ἐπαλλήλους ὥσπερ ἵππων ἐν ἀγέλαις γυναικῶν ἀνέδην διημερευόντων, καὶ φθορὰς παίδων καὶ τυμπανισμοὺς ἐν ἀνδρογύνοις καὶ κυβείας μεθημερινὰς καὶ αὐλήσεις ἐν θεάτροις, καὶ νύκτα μὲν ἐν δείπνοις ἡμέραν δʼ ἐν ἀρίστοις ἐπιλείπουσαν, οὐδεὶς ἂν ἐφίκοιτο τῷ λόγῳ διελθεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi