Thesauros Edebiyat biography Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β Plutarch
2.7 οὕτω νικῶσιν ἀρετῇ. πρόσγραψον, εἰ βούλει, τῇ Τύχῃ τὰ Ἄρβηλα καὶ τὴν Κιλικίαν, καὶ τἄλλα, ἃ γέγονε βίας ἔργα καὶ πολέμου Τύχη τὴν Τύρον ἔσεισεν αὐτῷ, καὶ Τύχη τὴν Αἴγυπτον ἀνέῳξε· διὰ Τύχην Ἁλικαρνασσὸς ἔπεσε καὶ Μίλητος ἑάλω καὶ Μαζαῖος Εὐφράτην ἔρημον ἀπέλιπε καὶ νεκρῶν τὸ Βαβυλώνιον ἐπλήσθη πεδίον· ἀλλʼ οὔτι γε σώφρων ἀπὸ Τύχης οὔτʼ ἐγκρατὴς διὰ Τύχην, οὔτʼ ἀνάλωτον ὑφʼ ἡδονῆς ἡ Τύχη καὶ ἄτρωτον ἐπιθυμίαις κατακλείσασα τὴν ψυχὴν ἐφρούρει. καὶ μὴν ταῦτα ἦν, οἷς αὐτὸν ἐτρέψατο Δαρεῖον· τἄλλα δʼ ὅπλων ἦσαν ἧτται καὶ ἵππων καὶ μάχαι καὶ φόνοι καὶ φυγαὶ ἀνδρῶν. τὴν δὲ μεγάλην καὶ ἀναντίρρητον ἧτταν ἡττήθη Δαρεῖος καὶ ἐνέκλινεν ἀρετῇ καὶ μεγαλοφροσύνῃ καὶ ἀνδρείᾳ καὶ δικαιοσύνῃ, θαυμάσας τὸ ἐν ἡδονῇ καὶ πόνοις καὶ χάρισιν ἀνίκητον. ἐπεὶ ἔν γε πέλταις καὶ σαρίσσαις καὶ ἀλαλαγμοῖς καὶ συρράξεσιν ὅπλων ἀνίκητος ἦν καὶ Ἀντιγένης ὁ Δεινομένους καὶ Ἀντιγένης ὁ Πελληναῖος καὶ Φιλώτας ὁ Παρμενίωνος, ἀλλὰ πρὸς ἡδονὰς καὶ γύναια καὶ χρυσίον καὶ ἀργύριον οὐθέν τι βελτίους τῶν αἰχμαλώτων ἀλλὰ Ταρρίας μὲν ὅτε τῶν χρεῶν ἠλευθέρου Μακεδόνας Ἀλέξανδρος καὶ διελύετο τοῖς δανείσασιν ὑπὲρ πάντων, ψευσάμενος ὀφείλειν καὶ δανειστήν τινα φάσκοντα εἶναι τῇ τραπέζῃ προς αγαγών· εἶτα φωραθεὶς ὀλίγου διέφθειρεν αὐτὸς ἑαυτόν, εἰ μὴ γνοὺς Ἀλέξανδρος ἀφῆκε τῆς αἰτίας αὐτὸν καὶ συνεχώρησεν ἔχειν τἀργύριον, ἀναμνησθεὶς ὅτι Φιλίππου προσμαχομένου Περίνθῳ βέλει πληγεὶς εἰς τὸν ὀφθαλμὸν, οὐ παρέσχεν οὐδʼ ὑπέμεινεν ἐξαιρεθῆναι τὸ βέλος αὑτοῦ πρὶν ἢ τρέψασθαι τοὺς πολεμίους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi