Thesauros Edebiyat biography Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β Plutarch
2.7 Ἀντιγένης δὲ τοῖς ἀποπεμφθεῖσιν εἰς Μακεδονίαν διὰ νόσον καὶ πήρωσιν ἀναμείξας ἑαυτὸν καὶ ἀπογραψάμενος, ὡς ἐλήφθη μηδὲν κακὸν ἔχων, ἀλλὰ προσποιούμενος ἀρρωστίαν τινά, ἀνὴρ πολεμικὸς καὶ τραυμάτων τὸ σῶμα μεστὸς ὀφθεὶς ἠνίασε τὸν Ἀλέξανδρον πυνθανομένου δὲ τὴν· αἰτίαν, ὡμολόγησε Τελεσίππας ἐρᾶν καὶ συνακολουθεῖν ἐπὶ θάλατταν ἀπιούσης μὴ δυνάμενος ἀπολειφθῆναι. καὶ τίνος, ἔφη, τὸ γύναιόν ἐστιν, ὁ Ἀλέξανδρος, καὶ πρὸς τίνα δεῖ διαλέγεσθαι; τοῦ δʼ Ἀντιγένους εἰπόντος ὡς ἐλευθέρα ἐστίν, οὐκοῦν, εἶπε, πείθωμεν αὐτὴν καταμένειν, ἐπαγγελλόμενοι καὶ διδόντες. οὕτω παντὶ μᾶλλον ἐρῶντι συγγνώμην εἶχεν ἢ αὑτῷ.
2.7 καὶ μὴν καὶ Φιλώτας ὁ Παρμενίωνος τροφόν τινα τῶν κακῶν εἶχε τὴν ἀκρασίαν. Ἀντιγόνα γὰρ ἦν Πελλαῖον γύναιον ἐν τοῖς περὶ Δαμασκὸν αἰχμαλώτοις, ἡλώκει δʼ ὑπʼ Αὐτοφραδάτου πρότερον εἰς Σαμοθρᾴκην διαπλεύσασα, τὴν δʼ ὄψιν ἦν ἱκανή, καὶ τὸν Φιλώταν ἁψάμενον αὐτῆς εἶχε μάλα. καὶ δὴ ὁ σιδάρεος ἐκεῖνος πεπαινόμενος οὐκ ἐκράτει τῶν λογισμῶν ἐν ταῖς ἡδοναῖς, ἀλλʼ ἀνοιγόμενος ἐξέφερε πολλὰ τῶν ἀπορρήτων πρὸς αὐτήν· τί ʼγὰρ ἦν ἐκεῖνος ὁ Φίλιππος, εἰ μὴ Παρμενίων; τί δʼ Ἀλέξανδρος οὗτος, εἰ μὴ Φιλώτας; ποῦ δʼ ὁ Ἄμμων, ποῦ δʼ οἱ δράκοντες, ἂν ἡμεῖς μὴ θέλωμεν; τούτους τοὺς λόγους ἡ Ἀντιγόνα ἐξήνεγκε πρός τινα τῶν συνήθων γυναικῶν, ἐκείνη δὲ πρὸς Κρατερόν· κρατερὸς δὲ πρὸς Ἀλέξανδρον αὐτὴν εἰσήγαγε τὴν Ἀντιγόναν κρύφα, καὶ τοῦ μὲν σώματος οὐκ ἔθιγεν ἀλλʼ ἀπέσχετο· τὸν δὲ Φιλώταν ὑποικουρῶν διʼ αὐτῆς ὅλον ἐφώρασε, καὶ πλέον ἢ ἑπτὰ ἐτῶν διαγενομένων, οὐκ ἐν οἴνῳ ποτὲ τὴν ὑπόνοιαν ταύτην ἐξέφηνεν ὁ μεθύων, οὐ δι’ ὀργὴν ὁ θυμοειδής, οὐ πρὸς φίλον ὁ πάντα πιστεύων Ἡφαιστίωνι καὶ πάντων μεταδιδούς. λέγεται γὰρ ὅτι καὶ τῆς μητρὸς ἀπόρρητον ἐπιστολὴν λύσαντος αὐτοῦ καὶ σιωπῇ πρὸς ἑαυτὸν ἀναγιγνώσκοντος, Ἡφαιστίων ἀτρέμα παραβάλλων τὴν κεφαλὴν συνανεγίγνωσκεν· ὁ δὲ κωλῦσαι μὲν οὐχ ὑπέμεινεν, ἐξελὼν δὲ τὸν δακτύλιον προσέθηκε τὴν σφραγῖδα τῷ στόματι τοῦ Ἡφαιστίωνος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi