2.9
εἰ γὰρ ἦν ὡς πρὸς ἄνθρωπον ἀγαγεῖν Παρρησίαν ὑπὲρ Ἀλεξάνδρου πρὸς τὴν Τύχην, οὐκ ἂν εἶπε, ποῦ σὺ καὶ πότε ταῖς Ἀλεξάνδρου πράξεσιν ὁδὸν ἔδωκας; ποίαν πέτραν ἀναιμωτὶ διὰ σὲ εἷλε; ποίαν πόλιν ἀφρούρητον αὐτῷ παρέδωκας ἢ ποίαν ἄνοπλον φάλαγγα; τίς εὑρέθη βασιλεὺς ῥᾴθυμος ἢ στρατηγὸς ἀμελὴς ἢ κοιμώμενος πυλωρός; ἀλλʼ οὐδʼ εὔβατος ποταμὸς οὐδὲ χειμὼν μέτριος οὐδὲ θέρος ἄλυπον. ἄπιθι πρὸς Ἀντίοχον τὸν Σελεύκου, πρὸς Ἀρταξέρξην τὸν Κύρου ἀδελφόν· ἄπελθε πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον. ἐκείνους ζῶντες οἱ πατέρες βασιλεῖς ἀνηγόρευσαν, ἐκεῖνοι μάχας ἀδακρύτους ἐνίκων ἐκεῖνοι πανηγυρίζοντες ἐν πομπαῖς καὶ θεάτροις διετέλεσαν, ἐκείνων ἕκαστος διʼ εὐτυχίαν βασιλεύων ἐγήρασεν. Ἀλεξάνδρου δʼ εἰ μηδὲν ἄλλο, τὸ σῶμʼ ἰδοῦ κατατετρωμένον ἐξ ἄκρας κεφαλῆς ἄχρι ποδῶν διακέκοπται καὶ περιτέθλασται τυπτόμενον ὑπὸ τῶν πολεμίων ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν ἐπὶ Γρανίκου ξίφει διακοπεὶς τὸ κράνος ἄχρι τῶν τριχῶν, ἐν Γάζῃ βέλει πληγεὶς τὸν ὦμον, ἐν Μαρακάνδοις τοξεύματι τὴν κνήμην ὥστε τῆς κερκίδος τὸ ὀστέον ἀποκλασθὲν ὑπὸ τῆς πληγῆς ἐξαλέγθαι· περὶ τὴν Ὑρκανίαν λίθῳ τὸν τράχηλον, ἐξ οὗ καὶ τὰς ὄψεις ἀμαυρωθεὶς ἐφʼ ἡμέρας πολλὰς ἐν φόβῳ πηρώσεως ἐγένετο· πρὸς Ἀσσακηνοῖς Ἰνδικῷ βέλει τὸ σφυρόν, ὅτε καὶ πρὸς τοὺς κόλακας εἶπεν ἐπιμειδιάσας, τουτὶ μὲν αἷμα, οὐκ ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν ἐν Ἰσσῷ ξίφει τὸν μηρόν, ὡς Χάρης φησίν, ὑπὸ Δαρείου τοῦ βασιλέως εἰς χεῖρας αὐτῷ συνδραμόντος· αὐτὸς δʼ Ἀλέξανδρος ἁπλῶς γράφων καὶ μετὰ πάσης ἀληθείας πρὸς Ἀντίπατρον,συνέβη δέ μοι, φησί, καὶ αὐτῷ ἐγχειριδίῳ πληγῆναι εἰς τὸν μηρόν· ἀλλʼ οὐδὲν ἄτοπον οὔτε παραχρῆμα οὔθʼ ὕστερον ἐκ τῆς πληγῆς ἀπήντησεν. ἐν Μαλλοῖς τοξεύματι διπήχει διὰ τοῦ θώρακος εἰς τὸ στῆθος ὑπελάσας δέ τις ἔβαλε κατὰ τοῦ αὐχένος, ὡς Ἀριστόβουλος ἱστόρηκε. διαβὰς δὲ τὸν Τάναϊν ἐπὶ τοὺς Σκύθας καὶ τρεψάμενος, ἐδίωξεν ἵππῳ πεντήκοντα καὶ ἑκατὸν σταδίους, ὑπὸ διαρροίας ἐνοχλούμενος.